Ancient Greek
Dfhg-Source dfhg4_APOLLODORUS_ARTEMITEN
APOLLODORUS ARTEMITEN, Fragmenta 5
Not analysed yet
Τῆς δὲ Βακτρίας μέρη μέν τινα τῇ Ἀρίᾳ παραβέβληται πρὸς ἄρκτον, τὰ πολλὰ δ ̓ ὑπέρκειται πρὸς ἕω· πολλὴ δ ̓ ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίου. Τοσοῦτον δὲ ἴσχυσαν οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν διὰ τὴν ἀρετὴν τῆς χώρας, ὥστε τῆς τε Ἀριανῆς ἐπεκράτουν καὶ τῶν Ἰνδῶν, ὥς φησιν Ἀπολλόδωρος ὁ Ἀρτεμιτηνὸς, καὶ πλείω ἔθνη κατεστρέψαντο ἢ Ἀλέξανδρος, καὶ μάλιστα Μένανδρος (εἴγε καὶ τὸν Ὕπανιν διέβη, πρὸς ἕω, καὶ μέχρι τοῦ Ἰσάμου [Ἰμάου conj. Casaub. ; Ἰομάνου flun. ,Mannert. V, p. 295] προῆλθε)· τὰ μὲν γὰρ αὐτὸς, τὰ δὲ Δημήτριος ὁ Εὐθυδήμου υἱὸς τοῦ Βακτρίων βασιλέως· οὐ μόνον δὲ τὴν Πατταληνὴν κατέσχον, ἀλλὰ καὶ τῆς ἄλλης παραλίας τήν τε Σαραόστου καλουμένην, καὶ τὴν Σιγέρδιδος βασιλείαν. Καθ ̓ ὅλου δέ φησιν ἐκεῖνος, τῆς συμπάσης Ἀριανῆς πρόσχημα εἶναι τὴν Βακτριανήν· καὶ δὴ καὶ μέχρι Σηρῶν καὶ Φρυνῶν ἐξέτειναν τὴν ἀρχήν.