Ancient Greek
Play FIF
Apollodorus Carystius vel Apollodorus Gelous Comic., Fragmenta 1
Not analysed yet
Δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτήν
πρὸ τοῦ λεγομένου τὸν βίον διασκοπεῖν,
ποῖός τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμήν
ἐκ παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.
αὑτοῦ προδότης κακός τε τῆς ὥρας φύλαξ
μάλισθ' ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν.
οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν.
πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι
πᾶσαν ἀπολωλέκασι καθ' ἑτέρας θύρας.
ὅθεν ἐπιχειρεῖ πάντ' ἀπηρυθριακότως
ἕκαστος αὐτῶν, πρὸς δὲ πάντ' ἐστὶν θρασύς,
ψεύδετ', ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ,
κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας,
οὐ πόλιν ὅλην φυλὴν δὲ μαλακὸς ἀνατρέπει.
ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε Θέων,
ὑπὸ λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι,
σκόπει· νεῶν δὲ κατάλογον δόξεις μ' ἐρεῖν.