Ancient Greek
Play FIF, lines 2-7
Apollodorus Carystius vel Apollodorus Gelous Comic., Fragmenta 2-7
Not analysed yet
Εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου,
ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου
εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας.
ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
ἔσηνε καὶ προσῆλθ', ὑπαντήσας δέ τις
δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
μηδέν.
Μισῶ τύχην συνοῦσαν ἀτυχεῖ σώματι·
ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως,
κακῶς διάγει, τί ἄν τις ἄλλ' ἢ τῇ τύχῃ
μέμφοιτο, διότι δυστυχεῖ σὺν τῇ τύχῃ.
Οὐκ οἶδ' ὅτῳ πέποιθας ἀργυρίῳ, πάτερ,
ὃ καιρὸς ὁ τυχὼν τοῖς μὲν οὐ κεκτημένοις
ἔδωκε, τῶν κεκτημένων δ' ἀφείλετο.
Χαλεπὸν τύχη 'στὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ
αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ φορτίον.
Μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;
Χρόνον γὰρ εἰς τὰ πράγματ' ἂν λάβῃς,
ἅπαντα λήξει καὶ κατασταλήσεται.