Ancient Greek · ~13 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 10.1
Not analysed yet
Τοῦ δὲ Ἀπολλοδώρου ἐν τῷ εἰκοστῷ περὶ τῶν Θεῶν συγγράμματι, ὅ ἐστι περὶ τοῦ Ἅδου, τάδε περὶ τῆς Στυγὸς λεγόμενα εὕρομεν· «. . . . . ἀρκτέον γὰρ ἀπὸ τούτων, τῆς τε τῶν ὀνομάτων παρεμφάσεως οὐ καταφρονητέον. Ἐκ γὰρ τοιούτων ὁρμώμενοι πιθανῶς καὶ τοὺς ἐν Ἅδου νομιζομένους ποταμοὺς κατωνομάκασιν· Ἀχέροντα μὲν διὰ τὰ ἄχη, ὡς καὶ Μελανιππίδης ἐν Περσεφόνῃ. Καλεῖται δ ̓ ἐν κόλποισι Γαίας ἄχεα προχέων Ἀχέρων. Ἔτι καὶ Λικύμνιός φησι· Μυρίαις παγαῖς δακρύων Ἀχέρων ἀχέων τε βρύει. Καὶ πάλιν· Ἀχέρων ἄχεα βροτοῖσι πορθμεύει. Ἀχέρων δὲ καὶ Ἀχερουσία λίμνη ταυτὸν, ὡς καὶ Σοφοκλῆς ἐν Πολυξένῃ τὴν τοῦ Ἀχιλλέως φψχὴν εἰσάγει λέγουσαν· Ἀκτὰς ἀπαιῶνάς τε καὶ μελαμβαθεῖς λιποῦσα λίμνης ἠλθον ἠχούσης γόους Ἀχέροντος ὀξυπλῆγας ἄρσενας χοάς· ἀκτὰς τῶν νεκρῶν λέγων παιῶνα οὐκ ἐχούσας, ἄρσενας δὲ χοὰς τὰς οὐδὲν ἐκτρεφούσας· θήλεα μὲν γὰρ τὰ καρποφόρα, ἄρσενα δὲ τὰ ἄγονα λέγονται, [διὰ] τὸ μὲν τὸ σπέρμα παρέχειν μόνον, τὴν δὲ καὶ ἐκτρέφειν. Ὅθεν καὶ θῆλυς ἐέρση, ἡ πολύγονος καὶ τροφίμη. Διαπεραιοῦσθαι δὲ ὑπὸ τῶν ἀπογινομένων τὸν Ἀχέροντά φασιν εἰκότως· ὁ γὰρ μετηλλαχὼς πάντα τὰ τοῦ ζῇν ἄχη σχεδὸν ὑπερῆρε, καὶ ἔστιν ἐν ἀπονίᾳ καὶ ἀλυπίᾳ πάσῃ. Γοργύραν δὲ τοῦ Ἀχέροντος γυναῖκα προσανέπλασαν, ἀπὸ τοῦ γοργὰ φαίνεσθαι τοῖς πολλοῖς τὰ ἐν Ἅδου· καθὸ δὴ καὶ αὐτοῦ τούτου τιθήνην ὁ Σώφρων Μορμολύκας ὠνόμασε.» Ταῦτα δὲ εἰπὼν περὶ τοῦ Ἀχέροντος Ἀπολλόδωρος ἐπάγει περὶ τῆς Στυγὸς αὐταῖς λέξεσι τάδε· «Στύγα δὲ δεινήν τινα καὶ φοβερὰν ὑποστησάμενοι δαίμονα, θεῶν ὅρκον, ἐν Ἅδου τε ταύτην κατῴκισαν, καὶ τῆς προσηγορίας ταύτης ἠξίωσαν ἀπὸ τοῦ στυγνάζειν τοῖς πένθεσι, καὶ στύγεσθαι τὰ ἐν Ἅδου, Ὅρκον δὲ τῶν θεῶν, δι ̓ ἐναντιότητα· ἡ μὲν γὰρ τῶν ὄντων τε καὶ ζώντων φθαρτικὴν ἔχει δύναμιν, ὅσον ἐφ ̓ ἑαυτῇ· οἱ δὲ τῇ τε προαιρέσει καὶ τῷ τρόπῳ διεστήκασι.» Τοσαῦτα περὶ τῆς Στυγὸς εἰπὼν, ἐπάγει· «Κωκυτὸν δὲ ποταμὸν ἀνέπλασαν ἀπὸ τοῦ κωκύειν· ὅς ἐστι Στυγὸς καὶ στυγνάσεως ἀποῤῥώξ. Τοιούτου δέ ἐστι γένους καὶ ὁ Πυριφλεγέθων· εἴρηται γὰρ ἀπὸ τοῦ πυρὶ φλέγεσθαι τοὺς τελευτῶντας, ὡς Ὅμηρός φησιν (Od. Λ, 218)· Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν· ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ ̓ ὀστέα θυμός· ψυχὴ δ ̓, ἠΰτ ̓ ὄνειρος, ἀποπταμένη πεπότηται. Ὑποτίθεται γὰρ τὰς ψυχὰς τοῖς εἰδώλοις τοῖς ἐν τοῖς κατόπτροις φαινομένοις ὁμοίας, καὶ τοῖς διὰ τῶν ὑδάτων συνισταμένοις, ἃ καθάπαξ ἡμῖν ἐξείκασται καὶ τὰς κινήσεις μιμεῖται, στερεμνώδη δ ̓ ὑπόστασιν οὐδεμίαν ἔχει εἰς ἀντίληψιν καὶ ἁφὴν, ὅθεν αὐτὰς βροτῶν εἴδωλα καμόντων λέγει.» Οἱ πλείους δὲ ὕδωρ ἱστόρησαν τὴν Στυγα ἐπίγειον, φύσιν ἔχον ἀμύνεσθαι τοὺς κατ ̓ αὐτοῦ ψευδῶς ἀμόσαι τολμήσαντας. Διαβόητον μὲν τοίνυν Στυγὸς ὕδωρ κατὰ Ἀρκαδίαν οἱ ἱστορικοὶ ἀναγεγράφασιν, ὧν ἐστι καὶ Ἡρόδοτος (VI, 74), ὃς ἐν τῇ ἕκτῃ τὰ κατὰ Κλεομένην ἀφηγούμενος, γράφει ταῦτα· Ἐντεῦθεν δὲ ἀφικόμενος εἰς τὴν Ἀρκαδίαν, νεώτερα ἔπρησσε πράγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ· ἄλλους τε ὅρκους προσάγων σφι, καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστῶτας ἀγινέων, ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ. Καλλίμαχος δ ̓ ἐν τῷ περὶ Νυμφῶν συγγράμματι καὶ τὸ ἰδίωμα τοῦ ὕδατος ἀφηγεῖται, λέγων οὕτω· Στὺξ ἐν Νωνάκρι κρήνη τῆς Ἀρκαδίας, ἧς ὕδωρ ἐστὶ τὸ διακόπτον κρήνη τῆς Ἀρκαδίας, ἧς ὕδωρ ἐστὶ τὸ διακόπτον πάντα τὰ ἀγγεῖα, πλὴν τῶν κερατίνων.