Ancient Greek · ~7 min
11 to 20
APOLLODORUS, Fragmenta 11-20
Not analysed yet
Καὶ μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίῳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπιτυμβίῳ τιμῇ. Καὶ ὅτι μὲν ἄνθρωποι (οἱ θεοί), δηλοῦσι μὲν καὶ Αἰγυπτίων οἱ λογιώτατοι, οἳ θεοὺς λέγοντες αἰθέρα, γῆν, ἥλιον, σελήνην, τοὺς ἄλλους ἀνθρώπους θνητοὺς νομίζουσι καὶ ἱερὰ τοὺς τάφους αὐτῶν. Δηλοῖ δὲ καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν. Πολλὰ κἀγαθὰ Κᾶρες σχοῖεν, οἳ καταθύουσιν αὐτῷ (Marti) τοὺς κύνας. Σκύθαι δὲ τοὺς ὄνους ἱερεύοντες μὴ παυέσθων, ὡς Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος. Μῆλον Ἡρακλῆς. Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδιάζουσά τις θυσία. Τοῦ γὰρ βοὸς ποτὲ ἐκφυγόντος, ὃν ἔμελλον Ἡρακλεῖ προσάξαι, μῆλον λαβόντας καὶ κλάδους ὑποθέντας, τέσσαρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχηματίσαι τὸν βοῦν, καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι. Ὁ κίθαρος (piscrs). . . ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλλωνος, εἴρηκεν ἀπολλόδωρος. Ἀπολλόδωρος δὲ ἐν τοῖς περὶ Θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. ἀπὸ τῆς παρ ̓ Ἀθηναίοις καλουμένης ἑταίρας τῆς Ἀφροδίτης. Περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος οὕτως· «Ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν· τοῦτο δ ̓ ἐστὶ φίλας.» Πάνδημος Ἀφροδίτη. Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν, πάνδημον φησὶν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν, διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. Ἀπολλόδωρος φησὶν ἐν τῷ περὶ Θεῶν, ὅτι ἡ περιστερὰ ἱερὰ Ἀφροδίτης. Διὸ καὶ λάγνον [διὰ τὸ λάγνον voluit Heyn.] ,παρὰ γὰρ τὸ περισσῶς ἐρᾷν λέγεται. Καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.