Ancient Greek · ~6 min
1b to 9
APOLLODORUS, Fragmenta 1b-9
Not analysed yet
Δωδώνη. . . . Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ Θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ· «Καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες, ὅτι δίδωσιν ἡμῖν τα ἀγαθὰ, Πελασγικὸν δὲ, ὅτι τῆς γῆς πέλας ἐστίν.» Βωδώνη, πόλις Πεῤῥαιβικὴ, ὡς Ἀπολλόδωρος. Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ περὶ Θεῶν Πυθαγορείαν εἶναι τὴν περὶ τούτων, τὸν αὐτὸν εἶναι Φωσφόρον καὶ Ἕσπερον, δόξαν. Χάριτες· αἱ Χαραί· ὡς καὶ Σοφοκλῆς ἐν Ἐλεγείᾳ. Μέμνηται καὶ Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ Θεῶν, φησὶ δὲ αὐτὰς κληθῆναι ἀπὸ μὲν τῆς χαρᾶς Χάριτας. Καὶ γὰρ πολλάκις οἱ ποιηταὶ τὴν Χάριν χαρὰν καλοῦσιν. Ἡ γὰρ δρῦς ἱερὰ τῆς Ῥέας, ὥς φησιν Ἀπολλόδωρος ἐν τρίτῳ περὶ Θεῶν. Ἀποπομπαῖσί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Θεῶν διείλεκται. Ἄρειος πάγος· ἀκρωτηριον Ἀθήνησιν, ὡς Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἐννάτῳ, ἐν ᾧ τὰς φονικὰς κρίσεις ἐδίκαζον διὰ τὰς ἀπὸ τοῦ σιδήρου γιγνομένας μιαιφονίας. Apollodorus in libro quartodecimo περὶ Θεῶν, ἰήϊον solem scribit ita appellari Apollinem ἀπὸ τοῦ κατὰ τὸν κόσμον ἱέσθαι καὶ ἱέναι(f. ἰέναι), quod sol per orbem impetu fertur. Ἀπολλόδωρος ἐν τῷ περὶ Θεῶν ἑκκαιδεκάτῳ βιβλίῳ περὶ Δήμητρός φησιν, ὅτι Ἀρκάδισ τῇ Δήμητρι μέλλοντες θύειν ἄνθρωποι (??)ταύτην γὰρ τὴν θυσίαν συνεστήσαντο μετὰ τὸν πρῶτον σπόρον, ὅτι αὐτῆς ἐκ τῆς γῆς ἔμολεν ὁ καρπὸς εἰς τροφὴν καὶ σπόρον, καὶ οὕτω τὰ Ἀρκάδια τιμῆς χάριν. Καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ Θεῶν ἑπτακαιδεκάτῃ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερείας φησί.