Ancient Greek · ~8 min
111 to 127
APOLLODORUS, Fragmenta 111-127
Not analysed yet
Ἰβηρίαι δύο, ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ Περὶ γῆς βʹ· «Ἐντὸς δὲ Πυρήνης Ἴβηρ τ ̓ ἐστὶν μέγας ποταμὸς φερόμενος ἐνδοτέρῳ.» Λᾶος, πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ Περὶ γῆς δευτέρῳ. Μάρδοι, ἔθνος Ὑρκανῶν. Ἀπολλόδωρος Περὶ γῆς δευτέρῳ. Λῃσταὶ δ ̓ οὗτοι καὶ τοξόται. Μασσύλοι, Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος βʹ. Νάστος, πόλις Θρᾴκης. Γράφεται καὶ Νεστός. Ἀπολλόδωρος δευτέρᾳ Περιηγήσει. Νοῦβαι, ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ Περὶ γῆς. Λέγονται καὶ Νουβαῖοι, ὡς Δαβαῖοι (Berkel. Σαβαῖοι; Holsten. ,cui Heyn. adstipulatur, Δαμαῖοι), καὶ Νούμιδες οἱ αὐτοί. Ὀρβίται, ἔθνος Ἰνδικὸν, ὡς Ἀπολλόδωρος δευτέρῳ περὶ Ἀλεξανδρείας. Παροπάμισσος, πόλεως ὄρος Ἰνδικῆς, ἀφ ̓ οὗ Παροπαμισσάδαι οἱ παροικοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ Περὶ γῆς ἀπ ̓ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. Τόρεται, ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ Περιηγήσεως. Ὑλλεῖς, ἔθνος Ἰλλυρικόν. Ἀπολλόδωρος ἐν τῷ Περὶ γῆς δευτέρῳ· «Ὑπὲρ δὲ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες.» Καὶ τὸ θηλυκὸν Ὕλλις. «Πρόκειται Χεῤῥόνησος Ὑλλικὴ μάλιστα Πελοποννήσου, ὥς φασι, πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας.» Ψησσοὶ, ἔθνος τῆς Ταυρινίας (Heyn. Leg. Ταυρικῆς). Ἀπολλόδωρος ἐν δευτέρῳ Περιηγήσεως (Mss. Ἐν βʹ περὶ γῆς)· «Ἔπειτα δ ̓ Ἑρμώνασσα καὶ Κῆπος, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος.» Ὠρῖται, ἔθνος Ἰνδικὸν αὐτόνομον. Στράβων (p. 720) . . . καὶ Ἀπολλόδωρος δευτέρῳ· «Ἔπειτα δ ̓ Ὠρίτας τε καὶ Γεδρωσίους, «ὦν τοὺς μὲν Ἰνδοὺς, ὡς ἐνοικοῦντας πέτραν . . . Νῦν δέ γε . . . ἀμαθία τὸ λέγειν τριγονωειδὲς τὸ τοιοῦτον τετράπλευρον, οὐδὲ χωρογραφικόν· ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῷ μέτρῳ, Γῆς Περίοδον ἐπιγράψας. Οἷον Ἰβήρων μὲν τῶν ἑσπερίων εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων, οὓς καὶ ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει. Ἄδρανον, πόλις Σικελίας ἐν τῇ Αἴτνῃ. . . Ἀπολλόδωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν. Αἶνος, πόλις Θρᾴκης. . . . Ταύτην Ἀπολλόδωρός φησιν ὠνομάσθαι Πολτυοβρίαν. Ἁλικαρνασσός. . . . Ἀπὸ τοῦ νάσασθαι αὐτὸν (sc. Τὸν Ἄνθην) ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικὸν, ὡς Ἀπολλόδωρος.