Ancient Greek
96 to 110
APOLLODORUS, Fragmenta 96-110
Not analysed yet
Sed Apollodori, scriptoris celebratissimi, hos de Menandro versus legimus in libro, qui Chronica inscriptus est: Κηφισιεὺς ὢν ἐκ Διοπείθεος πατρὸς, πρὸς τοῖσιν ἐκατὸν πέντε γράψας δράματα ἐξέλιπε, πεντήκοντα καὶ δυοῖν ἐτῶν. Ex istis tamen centum et quinque omnibus, solis eum octo vicisse idem Apollodorus eodem in libro scripsit. Σχολαρχεῖν δὲ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα. Τελευτῶν δὲ ὁ Κράτης, καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ τῶν Χρονικῶν, ἀπέλιπε βιβλία, τὰ μὲν φιλοσοφούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημηγορικοὺς καὶ πρεσβευτικούς. Ἀρκεσίλαος, Σεύθου ἢ Σκύθου, ὡς Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν. Οἱ βασιλεῖς Ποντίων δέκα κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες ἔτη σιηʹ· περὶ ὧν Ἀπολλόδωρος καὶ Διονύσιος ἱστοροῦσι. Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος, ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντα ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. Κτησίβιος ὁ ἱστοριογράφος ἔτη ἑκατὸν τέσσαρα (ἔζησεν), ἐν περιπάτῳ δὲ ἐτελεύτα, ὡς Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς δεδήλωκεν. Ταυρόεις, πόλις Κελτικὴ, Μασσαλιωτῶν ἄποικος. Οἱ πολῖται Ταυροέντιοι. Ἀπολλόδωρος ἐν πρώτῳ Γεωγραφουμένων φησὶν, ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας· οἳ ἀποῤῥιφέντες ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ἄβυλλοι, ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ, ἔγγιστα τοῦ Νείλου, ὡς Ἀπολλόδωρος ἐν δευτέρῳ Περιηγήσεως. Ἀριανία (leg. Ἀριανοί), ἔθνος προσεχὲς τοῖς Καδουσίοις. Ἀπολλόδωρος δευτέρῳ. Αὔγιλα, οὐδετέρως, πόλις Λιβύης· Ἀπολλόδωρος βʹ Περιηγήσεως. Αὐσεῖς, ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ Περιηγήσεως. Γαυγάμηλα, τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ Περὶ τῆς γῆς δευτέρῳ.