Ancient Greek · ~4 min
160 to 166
APOLLODORUS, Fragmenta 160-5-166
Not analysed yet
Ἀγνοεῖν γὰρ αὐτὸν (τὸν Ὅμηρον sc.) πολλὰ τῶν ἐνδόξων ἔφη (Ἀπολλόδωρος sc.) περὶ τὸν Πόντον, οἷον ποταμοὺς καὶ ἔθνη, etc. Ἰβήρων μὲν τῶν ἑσπερίως εἰς τοὺς ὑπὲρ τοῦ Πόντου καὶ τῆς Κολχίδος τόπους μετῳκισμένων, οὓς καὶ ὁ Ἀράξης, ὥς φησιν Ἀπολλόδωρος, ἀπὸ τῆς Ἀρμενίας ὁρίζει. Ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρὰ τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ (Ἀπολλοδώρῳ Hcynius) τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν (leg. Περὶ νεῶν. Schol. Didymi ἐν καταλόγῳ νεῶν). Ὅτι δὲ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη, Ῥιανὸς εἴρηκεν ἐν πρώτῃ Ἡρακλείας, καὶ ὁ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν πέμπτῳ περὶ νεῶν καταλόγου. Λιταὶ, πόλις Λακωνική. Ἀπολλόδωρος ἑβδόμῳ. καὶ ἡ λιμηρὰ Ἐπίδαυρος, ὡς Ἀρτεμίδωρός φησιν. Ἀπολλόδωρος δὲ Κυθήρων πλησίον ἱστορεῖ ταύτην· εὐλίμενον δὲ οὖσαν βραχέως καὶ ἐπιτετμημένως Λιμηρὰν εἰρῆσθαι, ὡς ἂν λιμενηρὰν, μεταβεβληκέναι δὲ τὔνομα. Ὤλενος . . . Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν ὀγδόῳ τοῦ νεῶν καταλόγου· «Τὸν Ὤλενον καὶ τὴν Παλλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκεν.»