Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 167
Not analysed yet
Ἀπολλόδωρος δὲ τοτὲ μὲν ἐν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ὁμωνυμίαν (in aliis codd. Ἀμφιβολίαν), εἰπόντα· «Σάμοιό τε παιπαλοέσσης,» ὡς τὴν νῆσον λέγοντα· τοτέ δ ̓ ἀντιγράφεσθαι δεῖν· «Δουλιχίῳ τε Σάμῳ τε», ἀλλὰ μὴ «Σάμῃ τε», δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον· ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις, δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι, «Ἔκ τε Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι,» καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου· «Τὴν μὲν ἔπειτα Σάμηνδ ̓ ἔδοσαν.»