Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 176
Not analysed yet
Πρὸς Ἀπολλόδωρος δὲ περὶ τῶν αὐτῶν ἐν τῷ Τρωϊκῷ διακόσμῳ διαλεγόμενον, πολλὰ μὲν εἴρηται πρότερον, καὶ νῦν δὲ λεκτέον. Οὐ γὰρ οἴεται δεῖν δέχεσθαι τοὺς Ἁλίζωνας ἐκτὸς τοῦ Ἅλυος· μηδεμίαν γὰρ συμμαχίαν ἀφῖχθαι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. In sequentibus Apollodorum refutare studet. Ἀλλ ̓ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν, ὡς συμφωνούντων ἁπάντων, μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωϊκοῦ πολέμου. Πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας. Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν.