Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 175
Not analysed yet
Οἴονται δὲ, φησὶν ὁ Ἀπολλόδωρος, ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι. Τὸν μέντοι ποιητὴν οὐ λέγειν Ἑλλοὺς, ἀλλὰ Σελλοὺς ὑπολαμβάνει τοὺς περὶ τὸ ἱερὸν, προσθεὶς, ὅτι καὶ Σελλήεντά τινα ὀνομάζει ποταμόν. Ὀνομάζει μὲν οὖν, ὅταν φῇ (Il. B, 659)· Τηλόθεν ἐξ Ἐφύρης ποταμοῦ ἀπὸ Σελλήεντος· *ἐν δὲ Θεσπρωτοῖς Ἐφύρας, ἀλλ ̓ ἐν τοῖς ἐντὸς Ἠλείοις· ἐκεῖ γὰρ εἶναι τὸν Σελλήεντα, ἐν δὲ Θεσπρωτοῖς οὐδένα, οὐδ ̓ ἐν Μολοττοῖς.