Ancient Greek · ~4 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 177
Not analysed yet
Τοῦ ποιητοῦ δὲ εἰρηκότος οὑτωσί (Il. B, 867)· Μάσθλης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων· οὐκ ἔχει λόγον, πῶς τοσαῦτα εἰδὼς ἔθνη βάρβαρα, μόνους εἴρηκε βαρβαροφώνους τοὺς Κᾶρας, βαρβάρους δὲ οὐδένας. Οὔτ ̓ οὖν Θουκυδίδης ὀρθῶς· οὐδὲ γὰρ λέγεσθαί φησι βαρβάρους, διὰ τὸ μηδὲ Ἕλληνάς πω ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι· τό τε γὰρ, Μηδὲ Ἕλληνάς πω, ψεῦδος αὐτὸς ὁ ποιητὴς ἀπελέγχει· Ἀνδρὸς, τοῦ κλέος εὐρὺ καθ ̓ Ἑλλάδα καὶ μέσον Ἄργος· καὶ πάλιν· Εἴτ ̓ ἐθέλῃς τερφθῆναι ἀν ̓ Ἑλλάδα καὶ μέσον ἄργος. Μὴ λεγομένων τε βαρβάρων, πῶς ἔμελλεν εὖ λεχθήσεσθαι τὸ βαρβαροφώνων; Οὔτε δὴ οὗτος εὖ· οὔτ ̓ Ἀπολλόδωρος ὁ γραμματικὸς, ὅτι τῷ κοινῷ ὀνόματι ἰδίως καὶ λοιδόρως ἐχρῶντο οἱ Ἕλληνες κατὰ τῶν Καρῶν, καὶ μάλιστα οἱ Ἴωνες, μισοῦντες αὐτοὺς διὰ τὴν ἔχθραν καὶ τὰς συνεχεῖς στρατείας. Ἐχρῆς γὰρ οὕτβ βαρβάρους ὀνομάζειν. Ἡμεῖς δὲ ζητοῦμεν, διὰ τί βαρβαροφώνους καλεῖ, βαρβάρους δ ̓ οὐδ ̓ ἅπαξ. Ὅτι, φησὶ, τὸ πληθυντικὸν εἰς τὸ μέτρον οὐκ ἐμπίπτει, διὰ τοῦτ ̓ οὐκ εἴρηκε βαρβάρους.