Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 178
Not analysed yet
Ὁ γὰρ Ἀπολλόδωρος ἐν τοῖς Περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει· τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας κατηριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χεῤῥονήσου κατοίκους ὄντας, ἧς ὁ στενότατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ· αἱ δὲ ἐκτὸς πλευραὶ, φησὶ, τριγωνοειδοῦς οὔσης, εἰσὶ μὲν ἄνισοι, παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελιδονίας, ἡ δ ̓ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου, ἡ δ ̓ ἐπὶ Σινώπην πάλιν ἐνθένδε.