Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 178-3
Not analysed yet
Ἀπολλόδωρος δὲ τούτων μὲν ἐφρόντισεν οὐδὲν, τοῖς δὲ ἑκκαίδεκα ἔθνεσι προστίθησιν ἑπτακαιδέκατον, τὸ τῶν Γαλατῶν, ἄλλως μὲν χρήσιμον λεχθῆναι, πρὸς δὲ τὴν δίαιταν τῶν τοῦ Ἐφόρου λεγομένων ἢ παραλειπομένων οὐδὲν δέον· εἴρηκε δὲ τὴν αἰτίαν αὐτὸς, ὅτι ταῦτα πάντα νεώτερα τῆς ἐκείνου ἡλικίας. Μεταβὰς δʹἐπὶ τὸν ποιητὴν, τοῦτο μὲν ὀρθῶς λέγει, διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωϊκῶν ἐς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν. Οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει, δι ̓ ἣν οὐ μέμνηταί τινων ὁ ποιητὴς, ἢ τῷ μήπω τότ ̓ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου, ἢ τῷ ἐν ἑτέρῳ γένει περιέχεσθαι.