Ancient Greek · ~5 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 178-4
Not analysed yet
Ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου, ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς Ὁμηρικὰς ἀποφάσεις, εἰωθὼς ταῦτ ̓ ἐλέγχειν ἐπὶ Πλέον, ἐναταῦθα οὐκ ὠλιγώρηκε μόνον, ἀλλὰ καὶ τἀναντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα. Ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς μετὰ τὰ Τρωϊκά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου, ἀγαγεῖν δ ̓ αὐτοὺς Σκαμάνδριον ἐκ Βερκύντων καὶ Ἀσκανίας· ἐπιλέγει δὲ τούτοις ὁ Ἀπολλόδωρος, ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος, ἦς ὁ Ξάνθος· Φόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ ̓ ἐξ Ἀσκανίης. Ἀλλ ̓ εἰ οὕτως ἔχει, ἡ μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωϊκῶν γεγονυῖα. . . Pluribus in hunc modum adversus eum disputatis, pergit: Οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν, ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις· λέγεσθαι γάρ φησι καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώνυμον, ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν, οὗ μνημονεύει καὶ Εὐφορίων· Μυσοῖο παρ ̓ ὕδασιν Ἀσκανίοιο· καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος· Οἵ καὶ ἐπ ̓ Ἀσκανίῳ δώματ ̓ ἔχουσι ῥόῳ Λίμνης Ἀσκανίης ἐπὶ χείλεσι· ἔνθα Δολίων υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης. Καλοῦσι δὲ, φησὶ, Δολωνίδα καὶ Μυσίαν τὴν περὶ Κύζικον ἰόντι εἰς Μιλητούπολιν.