Ancient Greek · ~8 min
185 to 197
APOLLODORUS, Fragmenta 185-197
Not analysed yet
Ὁ δὲ Ἀπολλόδωρος καὶ, ὅτι τὸ ποτήριον (τοῦ ἀγαθοῦ δαίμονος) μεστὸν πάλιν ἀπεπλήρουν, δεδήλωκεν ἐν τῇ δʹ περὶ Σώφρονος. Καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν, Σικελιῶται· ἡμεῖς δὲ βουλιμιᾶν (hanc vocem Bernhardy ex seqq. Irrepsisse putat; reponi vult λιμώττειν). Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Ἐπιχάρμου τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν. Τὰ δὲ Ψευδεπιχάρμεια ταῦτα. . . πεποιήκασιν ἄνδρες ἔνδοξοι, Χρυσόγονός τε ὁ αὐλητὴς, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ πολιτικῶν νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δ ̓ ἐν τοῖς περὶ μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. Ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος. Πόλτου δὲ μνημονεύει Ἀλκμὰν. . . καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γᾷ καὶ θαλάσσῃ· (quod drama fuit) . . . «πόλτον ἕψειν ὄρθριον.» Κύμβη. Φιλήμων ἐν ταῖς Ἀττικαῖς φωναῖς, κύλικος εἶδος. Ἀπολλόδωρος δὲ ἐν τῷ Περὶ ἐτυμολογιῶν Παφίους τὸ ποτήριον καλεῖν κύμβα. Ὠνομάσθη δὲ ἡ ματτύη, ὡς μὲν ὁ Ἀθηναῖος Ἀπολλόδωρος φησὶν ἐν τῷ πρώτῳ τῶν Ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ ἡ μαστίχη, καὶ τὰ μάλιστα καὶ [ἡ μᾶζα]. Ἡμεῖς δὲ φαμὲν ἀπὸ τοῦ μάττειν. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ Ἐτυμολογιῶν, τῶν κοχλιῶν φησὶ τινὰς καλεῖσθαι κωλυσιδείπνους. Ἀείρας. . . . ἐπὶ δὲ τοῦ πρόσφερε· μή μοι οἶνον ἄειρε. . . . Εἴρηται δὲ οὕτως, ἐπεὶ ὁ προσφέρων αἴρει τὸ προσφερόμενον, καὶ αἴρειν τὸ προσφέρειν. Ἀπὸ δὲ τούτου καὶ τὸν ἄρτον ὠνομάσθαι, ὥς φησιν Ἀπολλόδωρος. Ἄταλλε· ὁ μὲν Ἀπολλόδωρος, ἔσαινε καὶ ἐσκίρτα. Ὥσπερ δὲ ἀπὸ τοῦ παιδὸς, παίζειν, οὕτως ἀπὸ τοῦ ἀταλοῦ ἀτάλλειν. Ἀταλὸν δὲ, τὸ ἁπαλὸν καὶ νήπιον λέγεται οὐκ ἀπιθάνως. Οἰοπόλῳ. Ἀπολλόδωρος, ἐν ᾧ ὄϊες πολοῦνται. Πεξαμένη (Il. Ξ, 176) ὁ Ἀπίων, κτενισαμένη, καὶ ὁ Ἀπολλόδωρος. Ἐπιφέρει δὲ καὶ (Apollodorus) τὸ τὰ ἔρια ξαίνειν, πέκειν· καὶ τὸ κείρειν ταὐτὸ, πέξαι. Καὶ ὁ πόκος. Δηλοῖ δὲ καὶ τὸ, καταξάνασα. Σακεσπάλος (Il. E, 126). Ἀπολλόδωρος· ἤτοι τὰ τῶν πολεμίων σάκη διασείων. Χέλωμα (leg. Χάλωμα), χάλασμα. Φησὶν Ἀπολλόδωρος.