Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 184
Not analysed yet
Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν τῷ τρίτῳ περὶ Σώφρονος, τῷ εἰς τοὺς ἀνδρείους μίμους, προθεὶς τὸ, «Καταπυγοτέραν τ ̓ ἀλφηστᾶν,» φησίν· «Ἰχθῦς τινες οἱ ἀλφησταὶ, τὸ μὲν ὅλον κιῤῥοειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη. Φασὶ δ ̓ αὐτοὺς ἁλίσκεσθαι σύνδυο, καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ ̓ οὐρὰν ἑπόμενον. Ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν, τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν.»