Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 1a
Not analysed yet
Sopatri Ἐκλογαὶ διάφοροι ἐν βιβλίοις δυοκαίδεκα. . . . Συνείλεκται δὲ αὐτῷ τὸ βιβλίον ἐκ πολλῶν καὶ διαφόρων ἱστοριῶν καὶ γραμμάτων. Τὸ μὲν οὖν πρῶτον περὶ τῶν παρ ̓ Ἕλλησι μυθολογουμένων θεῶν διαλαμβάνει· ὃ συνείλεκται ἐκ τῶν Ἀπολλοδώρου περὶ θεῶν γʹ λόγου. Ἀθηναῖος δὲ ὁ Ἀπολλόδωρος, καὶ γραμματικὸς τὴν τέχνην. Οὐκ ἐκ τοῦ τρίτου δὲ μόνον ἡ διαλογὴ αὐτῷ πεποίηται, ἀλλὰ δὴ καὶ ἐκ δʹ καὶ εʹ καὶ θʹ, τοῦ τε αʹ πάλιν (fort. ιαʹ) καὶ ιβʹ καὶ ιεʹ τε καὶ ιϛʹ καὶ μέχρι τοῦ κδʹ. Ἐν ᾗ συλλογῇ τά τε μυθικῶς περὶ θεῶν διαπεπλασμένα, καὶ εἴ τι καθ ̓ ἱστορίαν εἴρηται, περιείληφε, περί τε τῶν παρ ̓ αὐτοῖς ἡρώων καὶ Διοσκούρων καὶ περὶ τῶν ἐν Ἅδου καὶ ὅσα παραπλήσια.