Ancient Greek · ~7 min
216 to 233
APOLLODORUS, Fragmenta 216-233
Not analysed yet
Κεφαλή. . . . Ἡ κατὰ Ἀπολλόδωρον, καλύφη τις οὖσα. Παρὰ τὸ καλύπτειν καὶ σκέπειν τὸν ἐγκέφαλον. Κινυρή· ὀδυρτική. Κυρίως δὲ κινύρεσθαι ἐπὶ βοὸς εἴρηται, παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. Καὶ ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν ταύτην παρὰ Ἀπολλοδώρῳ, φησὶν ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν, καὶ μετέθηκε τὴν εὕρεσιν τῆς ἐτυμολογίας. Κόρση, ἡ κεφαλή. Ὡς μὲν Ἀπολλόδωρος, ἐκ τοῦ κορυφοῦσθαι. Κρῆτες. . . . ὁ Ἀπολλόδωρος παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. Κρόταφοι . . . ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν. Ὀρσοθύρη· . . . φησὶ δὲ Ἀπολλόδωρος ὀρσορόκα ὑπ ̓ ἐνίων λέγεσθαι, δι ̓ ἧς τὸ ὕδωρ ὄρνυται. Ὀσφύς . . . ὡς δὲ Ἀπολλόδωρος, οἱονεὶ ὀστοφυής τις οὖσα· ὀστώδης γάρ. Πώγων· ὡς μὲν Ἀπολλόδωρος, ὅτι πῆξιν ἡλικίας σημαίνει. Ῥάχις· ὡς μὲν Ἀπολλόδωρος, ἀπὸ τοῦ ῥῆξιν εἶναι καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐωνύμων. Ὦτα. Ἀπολλόδωρος μὲν, ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν. Μέλασμα· τὸ βάμμα τῆς κεφαλῆς. Ἀπολλόδωρος. Πελικάν· Βοιωτοὶ τὴν ξυλίνην λεκάνην, διὰ τὸ ἐκπεπελεκῆσθαι. Ἀπολλόδωρος δὲ ποτηρίου εἶδος. Σκιαγράφος, ὁ νῦν σκηνογράφος. Οὕτως Ἀπολλόδωρος. Κύβος, πᾶν τετράγωνον. Κύβος, ὁ κύκλωθεν βάσιν ἔχων. Ἀπολλόδωρος ἀπὸ τῆς κυφότητος· τὸ γὰρ ἐπὶ κεφαλὴν κυλισθῆναι κυβιστῆσαι ἔλεγον. Καὶ ἐν Ἐπιγράμματι· οἰδ ̓ ὅτι ῥίπτω πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. Λαρινοὶ βόες. . . . Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς, λαρινούς. Λαρινεύειν γὰρ τὸ σιτεύειν. Ῥάξαι· ἀντὶ τοῦ καταβαλεῖν. Οὕτως Ἀπολλόδωρος. Φροῦδος· πρὸ ὁδοῦ, οἱονεὶ ἀπεληλυθώς, ἔκδημος. Ἀπολλόδωρος· «Φροῦδος μὲν ὁ πρὸ ὁδοῦ, φησὶν, ἢ ἤδη ἔξω ὤν.» . . . Καὶ ὅτι κακῶς δασύνουσί τινες τοῦ Ἐνυὼ τὸ υ. Ἄμεινον γάρ φησι (sc. Τρύφων) ψιλοῦν . . . ἢ καὶ διότι ἀπὸ τοῦ ἐναύειν (L. Dindorf. in HSt. emend. Ἐναὖειν) γίνεται κατὰ Ἀπολλόδωρον, ὅ ἐστιν ἐμφωνεῖν.