Ancient Greek · ~7 min
234 to 241
APOLLODORUS, Fragmenta 234-241
Not analysed yet
Φίλην ἀνάεδνον ἀγέσθω Πρὸς οἶκον Πηλῆος· ἐγὼ δ ̓ ἐπὶ μείλια δώσω] Ἔτι ἰστέον καὶ ὕτι Ἀρίσταρχος μὲν ἓν μέρος λόγου λαμβάνει τὸ, ἐπιμείλια, ὡς τὸ ἐπιφέρνια. Ἀπολλόδωρος δὲ διαλύει, λέγων· ἐπιδώσω μείλια· ὡς καὶ κατωτέρω εὐθὺς ἐπάγει, Ὅσσ ̓ οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί. παρὰ τὸ αἷμα. Φησὶ δὲ καὶ Ἀπολλόδωρος, ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι· περιαιρεθῆναι δὲ τὸ ἰῶτα ὑπό τινων. Δέρτρον . . . Ἀπολλόδωρος δὲ, τὸν περὶ κοιλίαν ἐπίπλουν, ὃν καὶ ἀργέτην δημὸν ἐκεῖνος καλεῖ. Τὸ δὲ «δισθανέες» ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκει Ἀπολλόδωρος, λέγων, ὅτι τὸ δὶς καὶ τρὶς ἀποβάλλει τὸ σῖγμα ἐν ταῖς συνθέσεσιν· οἷον δίπους, τρίπους. Ὤφειλεν οὖν καὶ διθανέες. Νοητέον δὲ τὸν Ἀπολλοδώρου λόγον χωρὶς τῶν ἀριθμητικῶν· δισχιλίους γὰρ μετὰ τοῦ σῖγμα καὶ τρισχιλίους φαμέν. Καὶ οὕτω μὲν αὐτός. Σὺ δὲ, ὦ σοφιστὰ, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μεθ ̓ ἑταίρων, ἀλλὰ μεθ ̓ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων ἀεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνους, ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησιν ἑταιρίδων. Αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτο πλῆθος ἤνεγκαν ἑταιρῶν . . . Ἀνέγραψε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ τριάκοντα πέντε, Ἀπολλόδωρος δὲ τούτων πλείους. Περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρίδων, ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. . . . Ἑταιρῶν ἐπωνυμία αἱ ἀφύαι· περὶ ὧν ὁ προειρημένος Ἀπολλόδωρος φησίν· Σταγόνιον καὶ Ἀνθὶς ἀδελφαὶ, αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι καὶ λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον. Φανοστράτη, . . . Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν, ταύτην φησὶν ὀνομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίξετο. Νάννιον . . . Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν, Αἶγα λέγεσθαι φησὶ ταύτην τὴν ἑταίραν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες, καὶ Σοφοκλῆς Ποιμέσιν etc.