Ancient Greek · ~3 min
242 to 247
APOLLODORUS, Fragmenta 242-247
Not analysed yet
Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ ἑταιρῶν, δύο ἀναγράφει Φρύνας γεγονέναι· ὧν τὴν μὲν ἐπικαλεῖσθαι κλαυσιγέλωτα, τὴν δὲ σαπέρδιον. Παρθένιος δ ̓ ὁ τοῦ Διονυσίου ἀμφίθετον ἀκούει τὴν ἀπύθμενον φιάλην· Ἀπολλόδωρος δ ̓ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τοῦ κρατῆρος ῥησειδίῳ τὴν κατὰ τὸν πυθμένα μὴ δυναμένην τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ τὸ στόμα. Κοτύλη. . . . Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. Κύμβα ποτήριον Ἀπολλόδωρος Παφίοις (sc. Εἶναι λέγει). Ἀπολλόδωρος ὁ Κυρηναῖος laudatur: Μαστός. Ἀπολλόδωρος ὁ Κυρηναῖος, ὡς Πάμφιλος φησὶ, Παφίους τὸ ποτήριον οὕτω καλεῖν. Λεπαστής. . . . Ἀμερίας δέ φησι τὸν οἰνοχόην λεπαστὴς καλεῖσθαι. Ἀριστοφάνης δὲ καὶ Ἀπολλόδωρος, γένος εἶναι κύλικος. Σελευκὶς, ὅτι ἀπὸ Σλεύκου βασιλέως τὴν προσηγορίαν ἔσχε τὸ ἔκπωμα, προείρηται (p. 488, F), ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου.