Ancient Greek
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 30
Not analysed yet
Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος, παῖς ἔτι ὢν, ἐν ἀνθρώποις τέσσαρα μέγιστα εὕρετο· γράμματα, καὶ μουσικὴν, καὶ παλαίστραν, καὶ γεωμετρίαν. Ὅθεν καὶ τοὺς Ἕλληνας τετράγωνον αὐτὸν ἀσκῆσαι, καὶ οὕτως ἐν τοῖς γυμνασίοις ἀναθεῖναι. Τῷ δὲ ὀνειροπομπὸν αὐτὸν εἶναι, καὶ τοὺς κοιμωμένους αὐτῷ εὔχεσθαι, καὶ αὐτὸν ἀναμένειν, εἵλοντο ἐν τοῖς θαλάμοις ἔχειν αὐτὸν φύλακα τοῦ ὕπνου, ἐπινοῆσαί τε καὶ ἀσκῆσαι τοὺς τῶν κλινῶν πόδας εἰς τὴν τοῦ θεοῦ πρόσοψιν, ὅπως ἀλεξήτορας ἔχοντες ἰδέας [Barnes. em. Ἰδίους: Heyne mavult ἀλεξήτορος (sc. Θεοῦ) ἰδέας. Neutrum necessarium], τὰ μὲν δείματα μὴ φοβοῖντο, προσδοκῷεν δὲ πλείστην ἐπαφροδισίαν διὰ τῶν ὀνειράτων. Ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ.