Ancient Greek · ~1 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 29
Not analysed yet
Φέρεται δὲ καί τις μῦθος περὶ αὐτοῦ (τοῦ Διονύσου) ὡς εἴη γεγονὼς ἐκ Διὸς καὶ Γῆς, τῆς δὲ Γῆς Θεμέλης προσαγορευομένης διὰ τὸ εἰς αὐτὴν πάντα καταθεμελιοῦσθαι, ἣν κατὰ συναλλαγὴν ἑνὸς στοιχείου τοῦ σ, Σεμέλην οἱ ποιηταὶ προσηγορεύκασι.