Ancient Greek
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 72
Not analysed yet
εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται (ὁ Διόνυσος), ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. Ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς τοὺς ἐν τῇ ἀργοῖ πλεύσαντας συνάγεται ἔτη ἑξήκοντα τρία. . . . Ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα (vel τρ. Ὀκτὼ) κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. Ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντηκοντατρία. Ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις.