Ancient Greek · ~3 min
73 to 75
APOLLODORUS, Fragmenta 73-75
Not analysed yet
Ἀπὸ δὲ τῶν Τρωϊκῶν, ἀκολούθως Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ, τίθεμεν ὀγδοήκοντα ἔτη πρὸς τὴν κάθοδον τῶν Ἡρακλειδῶν· ἀπὸ δὲ ταύτης ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα δυσὶ λείποντα τῶν τριακοσίων καὶ τριάκοντα, συλλογιζόμενοι τοὺς χρόνους ἀπὸ τῶν ἐν Λακεδαίμονι βασιλευσάντων. Ἐρατοσθένης τοὺς χρόνους ὧδε ἀναγράφει· Ἀπὸ μὲν Τροίας ἁλώσεως ἐπὶ Ἡρακλειδῶν κάθοδον, ἔτη ὀγοδοήκοντα· ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰωνίας κτίσιν, ἔτη ἑξήκοντα· τὰ δὲ τούτοις ἑξῆς, ἐπὶ μὲν τὴν ἐπιτροπίαν τὴν Λυκούργου, ἔτη ἑκατὸν πεντηκονταεννέα, ἐπὶ δὲ προηγούμενον ἔτος τῶν πρώτων Ὀλυμπίων ἔτη ἑκατὸν ὀκτώ. Οἱ δὲ περὶ Ἀπολλόδωρον (φασὶ τὸν Ὅμηρον ἠκμακέναι) μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατὸν (addit Clemens: Ἀγησιλάου τοῦ Δορυσσαίου Λακεδαιμονίων βασιλεύοντος), ὅπερ γένοιτο ἂν ὕστερον τῶν Ἰλιακῶν διακοσίων τεσσαράκοντα. Ἀπολλόδωρος Λυκούργου νόμιμα ἐν τῷ ηʹ Ἀλκαμένους.