Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 75
Not analysed yet
Περὶ Λυκούργου τοῦ νομοθέτου καθόλου μὲν οὐδέν ἐστιν εἰπεῖν ἀναμφισβήτητον, ἥκιστα δὲ οἱ χρόνοι καθ ̓ οὓς γέγονεν ὁ ἀνὴρ ὁμολογοῦνται. Οἱ μὲν γὰρ Ἰφίτῳ συνακμάσαι καὶ συνδιαθεῖναι τὴν Ὀλυμπιακὴν ἐκεχειρίαν λέγουσιν αὐτόν· ὧν ἔστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος, τεκμήριον προφέρων τὸν Ὀλυμπίασι δίσκον, ἐν ᾧ τοὔνομα τοῦ Λυκούργου διασώζεται καταγεγραμμένον· οἱ δὲ ταῖς διαδοχαῖς τῶν ἐν Σπάρτῃ βεβασιλευκότων ἀναλεγόμενοι τὸν χρόνον, ὥσπερ Ἐρατοσθένης καὶ Ἀπολλόδωρος οὐκ ὀλίγοις ἔτεσιν πρεσβύτερον ἀποφαίνουσι τῆς πρώτης Ὀλυμπιάδος.