Ancient Greek · ~2 min
85 to 86
APOLLODORUS, Fragmenta 85-86
Not analysed yet
Φησὶν Ἀπολλόδωρος ἠκμακέναι αὐτὸν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα. Πρωταγόρας Ἀρτέμωνος, ἢ, ὡς Ἀπολλόδωρος καὶ Δίνων ἐν Περσικοῖς, Μαιανδρίου. Ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτὸν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα· Ἀπολλόδωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα ἔτη (ex Platon. Menon. p. 91, E: ἀποθανεῖν ἐγγὺς ἑβδομήκοντα ἔτη γεγόνοτα, τετταράκοντα δὲ ἐν τῇ τέχνῃ ὄντα—) καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.