Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 87
Not analysed yet
Ἀπολλόδωρος δὲ ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν· «ὡς ἦν Μέτωνος μὲν υἱὸς, εἰς δὲ Θουρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους (Ol. 83, 3 et 84, 2) Γλαῦκος ἐλθεῖν φησιν.» Εἶθ ̓ ὑποβάς· «οἱ δ ̓ ἱστοροῦντες, ὡς οἴκοθεν πεφευγὼς εἰς τὰς Συρακούσας, μετ ̓ ἐκείνων ἐπολέμει πρὸς τοὺς Ἀθηναίους, τελέως ἀγνοειν μοι δοκοῦσιν. Ἢ γὰρ οὐκέτ ̓ ἦν, ἢ παντελῶς ὑπεργεγηρακώς· ὅπερ οὐ φαίνεται. Ἀριστοτέλης γὰρ αὐτὸν, ἔτι τε Ἡράκλειτον, ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι» Ὁ δὲ πρώτην καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς κέλητι, τούτου πάντως ἦν ὁμώνυμος· ὡς θ ̓ ἅμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι.