Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 93
Not analysed yet
Γεγόνασι δὲ Εὔδοξοι τρεῖς· αὐτὸς οὗτος (sc. Ὁ Κνίδιος), ἕτερος Ῥόδιος ἱστορίας γεγραφὼς, τρίτος Σικελιώτης παῖς Ἀγαθοκλέους, ποιητὴς κωμῳδίας, νίκας ἑλὼν ἀστικὰς μὲν τρεῖς, Ληναϊκὰς δὲ πέντε, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. . . . Ὁ δ ̓ αὐτός φησι τὸν Κνίδιον Εὔδοξον ἀκμάσαι κατὰ τὴν τρίτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα, εὑρεῖν τε τὰ περὶ τὰς καμπύλας γραμμάς. Ἐτελεύτησε δὲ τρίτον ἄγων καὶ πεντήκοστον ἔτος.