Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 92
Not analysed yet
Φησὶ δ ̓ Ἀπολλόδωρος ἐν Χρονικοῖς, γεννηθῆναι μὲν αὐτὸν τῷ πρώτῳ ἔτει τῆς ἐνάτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, παραβαλεῖν δὲ Πλάτωνι καὶ διατρίψαι παρ ̓ αὐτῷ εἴκοσιν ἔτη, ἑπτακαιδεκέτη συστάντα, καὶ εἴς τε Μυτιλήνην ἐλθεῖν ἐπὶ ἄρχοντος Εὐβούλου τῷ τετάρτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· Πλάτωνος δὲ τελευτήσαντος τῷ πρώτῳ ἔτει ἐπὶ Θεοφίλου, πρὸς Ἐρμείαν ἀπᾶραι καὶ μεῖναι ἔτη τρία· ἐπὶ Πυθοδότου δ ̓ ἐλθεῖν πρὸς Φίλιππον, τῷ δευτέρῳ ἔτει τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, Ἀλεξάνδρου πεντεκατίδεκα ἔτη ἤδη γεγονότος· εἰς δ ̓ Ἀθήνας ἀφικέσθαι τῷ δευτέρῳ ἔτει τῆς ἑνδεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· καὶ ἐν Λυκείῳ σχολάσαι ἔτη τρία πρὸς τοῖς δέκα. Εἶτα ἀπᾶραι εἰς Χαλκίδα τῷ τρίτῳ ἔτει τῆς τετάρτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, καὶ τελευτῆσαι ἐτῶν τριῶν που καὶ ἑξήκοντα νόσῳ, ὅτε καὶ Δημοσθένην καταστρέψαι ἐν Καλαυρίᾳ ἐπὶ Φιλοκλέους.