Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_APOLLODORUS
APOLLODORUS, Fragmenta 95
Not analysed yet
Τοῦτον Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους (vel Λυσιφάνους) ἀκοῦσαι φησὶ καὶ Πραξιφάνους. Mox 14: Ἐγεννήθη δὲ, φησὶν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὸ τρίτον ἔτος τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ Σωσιγένους ἄρχοντος, μηνὸς Γαμηλιῶνος ἑβδόμῃ, ἔτεσιν ὕστερον τῆς Πλάτωνος τελευτῆς ἑπτά· ὑπάρχοντα δὲ αὐτὸν ἐτῶν δύο καὶ τριάκοντα, ἐν Μυτιλήνῃ καὶ Λαμψάκῳ πρῶτον συστήσασθαι σχολὴν ἐπὶ ἔτη πέντε· ἔπειθ ̓ οὕτως εἰς Ἀθήνας μετελθεῖν, καὶ τελευτῆσαι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης καὶ εἰκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ Πυθαράτου, ἔτη βιώσαντα δύο πρὸς τοῖς ἑβδομήκοντα, τήν τε σχολὴν διαδέξασθαι Ἕρμαρχον Ἀγεμάρχου Μυτιληναῖον.