Ancient Greek · ~5 min
1 to 8
APOLLONIUS APHRODISIENSIS, Fragmenta 1-8
Not analysed yet
Κουρόπολις, πόλις Καρίας. Ἀπολλώνιος Καρικῶν πρώτῳ. Βάργασα, πόλις Καρίας, ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπ. Καρικῶν τετάρτῳ· τὸ ἐθνικὸν Βαργασηνὸς, ὡς αὐτὸς ἑκκαιδεκάτῳ. Κύον, πόλις Καρίας. Ἀπ. Τετάρτῳ Καρικῶν· ἡ πρότερον Κανήβιον· τὸ ἐθνικὸν Κυίτης. Ὕδη, πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη, δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπ. Καρικῶν τετάρτῳ. Ὑδισσὸς, πόλις Καρίας, ἀπὸ Ὑδισσοῦ, παιδὸς Βελλεροφόντου καὶ Ἀστερίας, θυγατρὸς Ὑδέου, ὡς Ἀπ. Καρικῶν τετάρτῳ· «Ἐξ ὧν ἐγεννήθη Ὑδισσὸς, ἐξ οὗ καὶ ἡ πόλις Ὑδισσός.» Ὁ πολίτης Ὑδισσεὺς, ὡς αὐτὸς Ἀπ. φησιν. Ὑλλούαλα, δῆμος Καρίας. Ἀπ. ε’ Καρικῶν· «Κᾶρες (Κάρης codd.) δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν, καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. Καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος·» Ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον, ὡς καὶ πρότερον (v. Ἀλάβανδα. V. Characis fr. 48) εἴρηται. Ἀρκόνησος, νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Τὸ ἐθνικὸν Ἀρκονήσιος. Χρυσαορὶς, πόλις Καρίας, ἡ ὕστερον Ἱδριὰς ὀνομασθεῖσα. Ἀπ. Ἐν ἑβδόμῳ Καρικῶν καὶ α’ πόλιν (Καρικῶν· «Χρυσαορὶν̣) τὴν ὑπὸ Λυκίων κτισθεῖσαν.» Τὸ ἐθνικὸν Χρυσαορεὺς, ὡς αὐτὸς ἐν αὐτοῖς· «Ταυροπολῖται μὲν συνεμάχουν καὶ Πλαρασσεῖς, ἔτι καὶ Χρυσαορεῖς δέ.» Ἐπαφρόδιτος δὲ τὴν Καρίαν πᾶσαν Χρυσαορίδα λέγεσθαι.