Ancient Greek
Dfhg-Source dfhg4_APOLLONIUS_APHRODISIENSIS
APOLLONIUS APHRODISIENSIS, Fragmenta 9
Not analysed yet
Τάβαι, πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας· Ἄστυ Τάβων ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι. Καὶ Ἀπολλώνιος ἐννάτῳ· «Ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι» . . . Ἐκλήθη δὲ ἀπὸ Τάβου. Ὁ δὲ Τάβος ἥρως. Οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. Ἔνιοι ἀπὸ Ταβανοῦ Ἀργείου. . . Ἔστι καὶ ἄλλη πόλις Καριας Τάβαι, καὶ τρίτη τῆς Περαίας (sc. Ῥοδίων).