Ancient Greek · ~5 min
Section 479
Apollonius Dyscolus, Περὶ συνδέσμων 479
Not analysed yet
Ἡ προκατειλεγμένη σύνταξις περὶ συνδέσμων ὑπὸ πλειόνων γραμματικῶν, ἐλλιπεστέρα καθεστῶσα, τοὺς συνεχέστερον ἡμῖν ἐν ταῖς ϲχολικαῖϲ συγγυμνασίαις συνιόντας οὐκ ἔπειθε, καθότι οἱ μὲν αὐτὸ μόνον τὰ ὀνόματα τῶν συνδέσμων κατέλεξαν καὶ τὰς γινομένας μεταλήψεις ἐξ αὐτῶν εἰς αὐτούς, τουτέστι τοὺς ἰσοδυναμοῦντας ἀλλήλοις, οἱ δὲ περὶ προτάξεως καὶ ὑποτάξεως αὐτῶν, παρέντες τὰ ἀναγκαιότατα, λέγω τὰς ἐν αὐτοῖς δυνάμεις καὶ σχήματα καὶ ἄλλα πλεῖστα ,ὑπὲρ ὧν εἰρήσεται· οἱ δὲ καὶ ὀνόμασιν ἀλλοτρίοις προσχρησάμενοι ἤπερ τοῖς εἰς γραμματικὴν συντείνουσι, Στωικὰς παρεισφέρουσι δόξας, ὧν ἡ παράδοσις οὐκ ἄγαν χρειώδης πρὸς τὴν εἰς γραμματικὴν συντείνουσαν τεχνολογίαν. ἔστι γοῦν πολλή τις καὶ δυσπερίληπτος περὶ τὰς φωνὰς τήρησις . κατορθοῦται πᾶσα διάλεκτος, πᾶς σχηματισμὸς συντείνων εἰς Ἑλληνικὴν παράδοσιν ἀναγνωσμάτων, ἧς οὐδὲ κατ’ ὀλίγον ἐπιψαύει ὁ παρὰ τοῖς Στωικοῖς περὶ φωνῆς λόγος. καὶ δῆλον ὡς καὶ ἐπὶ τῶνδε τῶν μορίων τὸ αὐτὸ παρακολουθήσει. πάλιν γὰρ ὑποσταλήσεται ὁ περὶ αὐτῶν λόγος ἐν φωνῇ καὶ δηλουμένῳ, ἐν ᾧ καὶ τὰ συνεμπεπτωκότα σχήματα διὰ τῆς συνούσης φράσεως ἐπικριθήσεται, τά τε ἁπλᾶ αὐτῆς καὶ τὰ σύνθετα, προσέτι καὶ τὰ δόξαν ἐσχηκότα συνδέσμων, οὐ μὴν ὄντα, τίνα τε αὐτῶν ἐγκλίσεως ἔτυχε καὶ τίνα οὔ. καὶ ἕνεκά γε τῶν τοιούτων παραδόσεων ἀναγκαίως εἰς σχολικὴν ἀντιβολὴν κατέστημεν ,ἐκλεγόμενοι παρ’ ἑκάστου τῶν πρὸ ἡμῶν τὸ χρειῶδες.