Ancient Greek · ~5 min
Section 480
Apollonius Dyscolus, Περὶ συνδέσμων 480
Not analysed yet
πρὸς οἷς καὶ αὐτοί τι ἐπινοήσαντες μετὰ τῆς δεούσης σαφηνείας παραδώσομεν, οὐκ ἐκτὸς γινόμενοι κατὰ τὸ παντελὲς τῆς τῶν Στωικῶν δόξης. Ποσειδώνιος ἐν τῷ περὶ συνδέσμων ἀντιλέγων πρὸς τούς φάσκοντας, ὡς οἱ σύνδεσμοι οὐ δηλοῦσι μέν τι, αὐτὸ δὲ μόνον τὴν φράσιν συνδέουσι, φησὶν ὡς διαφέρει τὸ ἐπιδοῦναι τοῦ ἀποδοῦναι, ὡς τὸ ἀπαιτεῖν τοῦ προσαιτεῖν, καὶ ἄλλας τινὰς τοιαύτας συντάξεις, ἤδη πιστούμενος ὅτι ἕν μέρος λόγου ἥ τε πρόθεσις καὶ ὁ σύνδεσμος. ἐν γοῦν τῇ αὐτῇ πάλιν τῇ ἐναντιωτάτῃ πρὸς ἐκείνους ἀντιρρήσει ἐκτίθεται τοὺς κατὰ φύσιν συνδέσμους, φάσκων ὡς διὰ τὴν δύναμιν . . . . . τὸ ἵνα ἐπίρρημά φαμεν τοπικόν· ἡ γὰρ φράσις παρῃτεῖτο τὸ καλεῖν σύνδεσμον. ἀλλ’ οὐκέτι ἐν τῷ ἵνα εἴδομεν ἄμφω (Α 363). ὄφρα μὲν ἠὼς ἦν (Θ 66), χρονικὸν ἐπίρρημα · ὄφρα πεποίθῃς (Α 524), σύνδεσμος ἀποτελεστικός. —τί οὖν κωλύει κατὰ τοῦτον τὸν λόγον καὶ τὰ ἴσην δύναμιν ἀναδεδεγμένα συνδέσμοις μόρια καλεῖν συνδέσμους ὁμοφωνοῦνταϲ προθέσεσιν, οὐ μήν ,ὡς ἐδόκει τῷ Ποσειδωνίῳ, καὶ τὰς ἐν τῷ τοιούτῳ δηλουμένῳ συνδέσμους καλεῖν, ἐπιδοῦναι, ἀποδοῦναι; λέληθε Οὐ δ’ ἡμᾶς κἀκεῖνος ὁ λόγος, ὡς οὐδὲ κατὰ τὸ παντελὲς τοῖς συνδέσμοις ἀνθυπάγονται. εἰ δεινὰ δέδρακας· ἀνθ’ ὧν δεινὰ δέδρακας· ἰδοὺ γὰρ καὶ ἄρθρου παρέμπτωσις. καὶ ἔτι εἰ ἡμέρα ἐστί, φῶς ἐστί·