Ancient Greek · ~7 min
Section 482
Apollonius Dyscolus, Περὶ συνδέσμων 482
Not analysed yet
ἀλλὰ μὴν καὶ τὸ παιδίον οὐδέτερον διὰ τὸν τύπον, ἐπεὶ ἀμφότερόν ἐστι διὰ τὸ δηλούμενον· παρατιθέμενος γοῦν τις ἀρσενικὸν καὶ θηλυκόν, εἴποι ἄν παρατίθεμαί σοι παιδία. ἀλλὰ καὶ τὸ Θῆβαι πληθυντιAaovκ. κόν ,καὶ μία ἡ ὑποκειμένη πόλις. ἔστι καὶ ἐπ’ ἄλλων πλειόνων τὸ τοιοῦτον παραθέσθαι. —Οἱ δὴ προκείμενοι σύνδεσμοι εἴρηνται μὲν σύνδεσμοι ἕνεκα τοῦ συνδεῖν τὰς φράσεις, ὥστε τὸ κοινὸν τῶν ϲυνδέϲμων αὐτοὺς ἀναδεδέχθαι· ἕνεκα δὲ τοῦ ἀπ’ αὐτῶν δηλουμένου διαζευκτικοὶ ὠνομάσθησαν. ὅλης γὰρ τῆς φράσεως ὄντες συνδετικοί, τὰ ἐν αὐτῇ πράγματα διαζευγνύουσιν. ἔτι δὲ οὐκ αὐτοτελὲς τὸ ἡμέρα ἐστὶ καί, ἀλλ’ ἐζήτει ἑτέραν φράσιν, καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστί. —τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν διαζευκτικῶν· ἢ ἡμέρα ἐστὶν ἢ νύξ ἐστι. Καὶ ὡς μὲν σύνδεσμοι κατὰ τὸ συνδεῖν τὰς φράσεις εἰσίν, ἀπεδείχθη· ὡς δὲ τὸ ἐπιφερόμενον πρᾶγμα παρελήφθη μὲν ὑπὸ τῆς συνδέσεως, διαζεύγνυται δὲ ὑπὸ τοῦ δηλουμένου τοῦ ἀπὸ τοῦ συνδέσμου, σαφὲς γενήσεται ἐκ τοῦ ἢ νύξ ἐστι. μόνον γὰρ ἐν ἔστι τῶν νοουμένων πραγμάτων κατὰ τὸ αὐτὸ παραλαμβάνεσθαι. ἡ ἐπαγγελία τῶν διαζευκτικῶν ἑνὸς ὕπαρξιν ἐπαγγέλλεται, τοῦ δ’ ὑπολειπομένου ἢ τῶν ὑπολειπομένων ἀναίρεσιν. —καὶ ἔστι πάλιν αὐτῶν ἃ μὲν ἀληθῆ τὴν διάζευξιν ἀναδεδεγμένα, ἃ δὲ οὐκ ἀληθῆ τὴν διάζευξιν παρειληφότα. τὸ γὰρ λεγόμενον ἤ ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν ἐν ἀληθεῖ καθέστηκε διεζευγμένῳ· ταῦτα γὰρ τὰ καταστήματα οὐδέποτε κατὰ ταὐτὸ γενήσεται. τὸ δὲ λεγόμενον ἢ Ἀπολλώνιος παρέσται ἢ Τρύφων ὡς πρὸς καιρὸν τὴν διάζευξιν ἐπαγγέλλεται. τὸ γοῦν πρότερον ὑπόδειγμα, κἂν μὴ λάβῃ τὸν διαζευκτικὸν σύνδεσμον, πάλιν ἐν διαζεύξει ἔσται ,ἡμέρα ἐστί, νύξ ἐστι. τὸ ἕτερον ἀληθές, εἰ φαίημεν οὕτως· ἡμέρας οὔσης ἡμέρα ἐστί· τὸ δὲ ἕτερον οὐ πάντωϲ, Τρύφων παρέσται, Ἀπολλώνιος οὐ παρέσται·