Ancient Greek · ~7 min
Section 483
Apollonius Dyscolus, Περὶ συνδέσμων 483
Not analysed yet
οὐ διαζεύγνυται γὰρ τὰ τοιαῦτα, ἐὰν μὴ λάβῃ τὸν διαζευκτικὸν σύνδεσμον. ἐφ’ ὧν ἔστι καὶ τοὺς μαχομένους τοῖς διαζευκτικοῖς συνδέσμους παραθέϲθαι, καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται· εἰ Τρύφων παρέσται, καὶ Ἀπολλώνιος παρέσται. ἐπὶ μέντοι τῶν κατὰ φύσιν διεζευγμένων οὐκέτι· οὐ γὰρ συστήσεται τὸ καὶ ἡμέρα ἐστὶ καὶ νύξ ἐστιν, οὐδὲ τὸ εἰ ἡμέρα ἐστί, νύξ ἐστιν. ὡς εἰσί τινες λόγοι ὑπὸ τῶν συνδέσμων διαζευγνύμενοι ἢ ϲυμπλεκόμtνοι, τινὲς δὲ συναπτόμενοι, τινές τε οὐ πάντως ὑπὸ τῶν συνδέσμων τὸ συναφὲς ἐπαγγελλόμενοι, ἀλλὰ καὶ δι’ αὐτῶν δηλοῦντες· ἢ καὶ διαζευγνύμενοι πάλιν οὐχ ὑπὸ τῶν διαζευκτικῶν, ἀλλ’ ἐξ αὐτῶν τὴν διάζευξιν δηλοῦντες. ἐφ’ ὧν οὐκ ἐναλλαγαὶ γενήσονται συνδέσμων. ἐκκείσθω δὲ ὑποδείγματα. ὁ λέγων τὸ ἡμέρα ἐστί δεδήλωκεν ὅτι καὶ φῶς ἐστίν. ἐπὶ τούτου οὐκέτι ἐγχωρήσει τὸ ἤτοι ἡμέρα ἐστὶν ἤ φῶς ἐστι. καὶ ζῶ καὶ ἀναπνέω· οὐ γὰρ ἔτι ἐγχωρήσει τὸ ἤτοι ζῶ ἢ ἀναπνέω. ἡ συνάφεια γὰρ ἐν τῷ ζῆν τοῦ ἀναπνεῖν ἀπαράδεκτός ἐστι τοῦ διαζευκτικοῦ, καθὼς προείπομεν. διὰ δὲ τὸ κατὰ φύσιν διεζεῦχθαι ἡμέραν εἰναι, νύκτα εἶναι, τὸ ἕτερον ἀληθεύει. ἐπὶ τοῦ τοιούτου τὸ συναπτικὸν οὐ συστήσεται. ἐπεὶ ἅμα τῷ λέγειν ἡμέρα ἐστίν δεδήλωται ὅτι οὐ νύξ. τὸ δ’ ἐν συναφείᾳ δεῖ καὶ ἐν ἀκολουθίᾳ καθίστασθαι. τὰ μέντοι ὑπολειπο . . . τα τῶν λόγων, λέγω τὰ μὴ ὑποπίπτοντα ὑπὸ τὸ τοιοῦτον εἶδος, ὑπ’ αὐτῶν τῶν συνδέσμων πείσεται τὸ διεζεῦχθαι ἢ συνῆφθαι. ὡς εἴ τις λέγοι ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι (Σ 511) καὶ διαπραθέειν καὶ ἄνδιχα πάντα δάσασθαι. καὶ ὃν τρόπον οὐχ οἷόν τε παντὶ πτωτικῷ ἄρθρον προσνέμειν, τῷ δὲ δυναμένῳ ἐπιδέξασθαι, τὸν αὐτὸν τρόπον οὐχ οἷόν τέ ἐστι παντὶ λόγῳ πάντα σύνδεσμον συντάττειν.