Ancient Greek · ~7 min
Section 491
Apollonius Dyscolus, Περὶ συνδέσμων 491
Not analysed yet
εἴπερ οὖν καὶ ὁ ἦρα μόνωϲ ὢν προτακτικὸϲ ἀπεκέκοπτο, καὶ πάλιν κατ’ ἀρχὰϲ παρελαμβάνετο. ὅπερ οὐ παρείπετο· εἰϲ γὰρ τοὐναντίον ἐχώρηϲε, τὸ ἐν μέϲῃ τῇ φράϲει παραλαμβάνεϲθαι. —ἀλλ’ οὐδ’ ὁ ἐν ἀρχῇ ἤ πάλιν ἀποκοπή ἐϲτι τοῦ ἦρα. φαμὲν γὰρ . . . ἢ δολιχὴ νοῦϲοϲ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172)· ἦν γὰρ ἂν περιϲπώμενοϲ, εἴγε ἡ βαρεῖα ἀποκοπτομένη τὸν αὐτὸν τηρεῖ τόνον ἐν τῷ ὑπολειπομένῳ, δῶμα δῶ. —(καὶ ἕνεκά γε τούτου τὴν νῶι ἀντωνυμίαν, μονοϲύλλαβον εὑριϲκομένην παρ’ Ἀττικοῖϲ ἐν τῷ νώ, οὔ φαμεν ἀποκεκόφθαι. ἢ εἴπερ ἀποκοπή, ὑφ’ ἑτέρου λόγου τὰ τοῦ τόνου μετετέθη· οὗ τὴν ἀπόδειξιν ἐν τῷ περὶ ἀντωνυμιῶν ἐξεθέμην). —ϲαφὲϲ οὖν ὅτι οὔτε ἡ τοῦ προτακτικοῦ φωνὴ ἀπεκόπη τοῦ ἦρα διὰ τὸν τόνον, οὔτε ἡ τοῦ ὑποτακτικοῦ διὰ τὴν ϲύνταξιν. —Τρύφων (p. 36 Velsen) δέ φηϲιν ὡϲ ὁ διαζευκτικὸϲ ἤ παραλαμβάνεται εἰϲ τούϲ διαπορητικοὺϲ κατ’ ἀρχὰϲ λόγουϲ, ὡϲ ἐπὶ τοῦ ἢ ἤδη ϲάφα οἶδεν (ω 404)· ἢ δολιχὴ νοῦϲοϲ, ἦ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172). οὐ πάνυ δὲ ἀναγκαῖον. τί γὰρ τὸ κωλῦόν ἐϲτιν ὁμοφωνεῖν τῷ διαζευκτικῷ τὸν ἤ ϲύνδεϲμον, ὄντα διαπορητικόν, εἴγε καὶ ἐπ’ ἄλλων πλειόνων τὸ αὐτὸ παρέπεται; Μηδ’ ἐκεῖνο δὲ παραλείπωμεν, ὥϲ τινεϲ ὑπέλαβον τὸν ἆρα ϲύνδεϲμον μὴ εἶναι, εἴγε τοῦ ἰδίου τῶν ϲυνδέϲμων ἐκτὸϲ πίπτει. τὸ ἡμέρα ἐϲτίν αὐτοτελέϲ, ἀλλὰ τὸ ἤτοι ἡμέρα ἐϲτίν οὐκ αὐτοτελέϲ, οὐδὲ τὴν αὐτὴν θέϲιν ἐπαγγελλόμενον τῷ ἡμέρα ἐϲτίν· καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό· ἐν μέντοι γε τῷ ἡμέρα ἐϲτί, λέγω κατ’ ἐρώτηϲιν, οὐδὲν πλεῖον νοεῖται μετὰ τοῦ ἆρα. εἴτε ἄρα τὸ πρότερον αὐτοτελέϲ, καὶ τὸ μετὰ τοῦ ἆρα· εἴτε ἐλλειπέϲ, πάλιν τὸ αὐτό. —