Ancient Greek
Section 492
Apollonius Dyscolus, Περὶ συνδέσμων 492
Not analysed yet
ἔτι ὅτε φαμὲν οὕτωϲ ἆρα ἡμέρα ἐϲτὶν ἢ νύξ, ϲύνδεϲιν ἐποιηϲάμεθα οὐ διὰ τοῦ ἆρα, διὰ δὲ τοῦ ἤ. καὶ τοῦτο ϲαφέϲ ἐϲτιν ἐκ τοῦ τὸν μὲν ἤ ὑποϲτελλόμενον ἀϲύϲτατον τὸν λόγον καταλιπεῖν, τὸν δὲ ἆρα μηκέτι. Ἕνεκά γε τοῦ τοιούτου οὐδὲ τὸν ἤ ϲύνδεϲμον καταλείψομεν. ἔϲτι γάρ που τοιαύτη φράϲιϲ· ἀναγιν ώϲκειϲ, οὐκ ἀ ναγινώϲκειϲ· ἀπέρχῃ, οὐκ ἀπέρχῃ. ἀλλ’ ὡμολογημένωϲ λείπεται ἡ φράϲιϲ τοῦ ἤ . . . . . . . . . . . . ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυϲϲεῦ· εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώματα καλά (κ 251—52)· λείποντοϲ τοῦ καί. καὶ οὐχὶ παρὰ τὰϲ ἐλλείψειϲ οὐ ϲύνδεϲμοι. —(ἀλλὰ μὴν οὐδὲ ἄλλη λέξιϲ, εἰ καὶ ἔϲθ’ ὅτε πλεονάϲαιεν, οὐ παρὰ τοῦτο πλέον τι ἀναδεδεγμέναι εἰϲί, λέγω καθόλου ἐπὶ παϲῶν λέξεων). —τὸν αὐτὸν δὴ τρόπον ἐν φράϲει ἐὰν ἐλλείπῃ ὁ ἆρα, οὐ πάντωϲ οὐ ϲύνδεϲμοϲ. —ἔτι ὁ ἤτοι ὡμολόγηται ὅτι ϲύνδεϲμοϲ διαζευκτιAaovs. κόϲ, καὶ δῆλόν ἐϲτιν ὡϲ μόνοϲ οὐ ποιεῖ διάζευξιν εἰ μὴ παραλάβοι τὸν ἤ. τὸ αὐτὸ οὖν παρακολουθήϲει τῷ ἆρα. —Ἀλλ’ οὐδὲν πλέον ϲημαίνει ἐν τῷ ἆρα ἡμέρα ἐϲτίν. —Ἕνεκα τοῦ τοιούτου οὐδ’ ὁ καί ϲύνδεϲμοϲ οὐδ’ ὁ ὅτι· τὸ γὰρ αὐτὸ ἐπαγγέλλεται τὸ καὶ γράφω καὶ γρ άφω. —πολλάκιϲ ἐγκειμένων τινῶν κατά τιναϲ λέξειϲ . παραλαμβάνομεν τοῦ αὐτοῦ δηλουμένου παραϲτατικὰ μόρια. οἷον ἐν ϲυγκριτικοῖϲ ἔγκειται τὸ μᾶλλον· ἀλλὰ καί φαμεν ταχύτερον μᾶλλον περιπάτει, ῥηίτεροι γὰρ μᾶλλον (Ω 243) καὶ οὐ πάντωϲ ἕνεκα τοῦ τοιούτου ἀποβλητέον τὸ μᾶλλον ὡϲ οὐκ ἐπίρρημα. —ἔτι γε μὴν πρὸϲ τὰϲ ἐρωτήϲειϲ ὁτὲ μὲν οὕτωϲ ὑπαντῶμεν· πεποίηκαϲ; ἀποκρινόμενοι τὸ ναί ἢ διὰ τοῦ ὁριϲμοῦ τοῦ ναὶ πεποίηκα. καὶ πάλιν οὐκ ἀπόβλητον τὸ ναί τῶν ἐπιρρημάτων. καὶ ἐπ’ ἄλλων ἀπείρων ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τί οὖν τὸ ἐμπόδιον καὶ τῷ ἆρα ϲυνδέϲμῳ τὸ αὐτὸ παρακολουθῆϲαι;