Ancient Greek · ~7 min
Section 499
Apollonius Dyscolus, Περὶ συνδέσμων 499
Not analysed yet
—Ἔτι οὐδέποτε ἐπίρρημα ϲὺν ϲτερήϲει ἀποτελεῖται. τὰ γὰρ ὄντα παραϲύνθετά ἐϲτι. τῷ ἀϲέμνωϲ τὸ ἄϲεμνοϲ παράκειται, τῷ ἀψευδῶϲ τὸ ἀψευδήϲ, τῷ ἀκλαυτί τὸ ἄκλαυτοϲ, τῷ ἀθεωρητί τὸ ἀθεώρητοϲ. —Ϲαφῶϲ παραδίδοται ὁ τοιοῦτοϲ λόγοϲ ἐν τῷ περὶ ἐπιρρημάτων. ὥϲτε καὶ κατὰ τοῦτο ἀϲύϲτατον τὸ ἀέκητι, κἂν ἐπίρρημα καθεϲτήκῃ τὸ ἕκητι. Ἔδει τὸν Τρύφωνα καὶ τὴν φωνὴν καταϲτῆϲαι τοῦ ἕκητι. εἰ ὅλωϲ δύναται τῇ ἑκών παρακεῖϲθαι. καί φηϲιν ὅτι, καθὸ ἠλογήθη ἡ φωνή, δύναται ἐπίρρημα καθίϲταϲθαι, ἠλογημένον ἐν τῇ τάϲει, καθότι καὶ ἐν αὐτῇ τῇ φωνῇ . ἔδει δὲ καὶ περὶ τῆϲ α ϲτερήϲεωϲ λόγον τινὰ ποιήϲαϲθαι, ἐπεί τοί γε ἐπίρρημα καθεϲτὸϲ ἀκατάϲτατον γενήϲεται καὶ ἐν τάϲει ἀνακόλουθον πρὸϲ τὴν ἑκών, ἄλογον ἔχον τὴν ϲύνθεϲιν. καὶ οὐδὲν κωλύϲει ἕνεκα τούτου τὸ αὐτὸ ἁμάρτημα μετατιθέναι ἐπὶ τὸν ϲύνδεϲμον, κἂν ϲύνδεϲμοϲ καταϲταίη τὸ ἀέκητι. Ῥητέον οὖν ὑπὲρ τοῦ ϲχηματιϲμοῦ τοῦ ἕκητι, ὅτι ἀπὸ ϲυνθέτων πολλάκιϲ ἀποτελεῖται ἁπλᾶ, καὶ δη . . . . θοϲ ὑπαντᾷ τῇ καλουμενῃ ἀφαιρέϲει· ὃν γὰρ τρόπον ἐπὶ τῶν ἁπλῶν ϲχημάτων τὸ λειπόμενον πάντωϲ τοῦ ὅλου δηλουμένου ἐϲτὶ παραϲτατικόν, τὸν αὐτὸν τρόπον τὸ λειπόμενον ἁπλοῦν δηλώϲει τοῦ ὅλου τὴν ϲύνθεϲιν ἐκ τοῦ δηλουμένου, ἐπεὶ τὸ ἀφῃρημένον ἐν λεκτῷ καθειϲτήκει. ἐκκείϲθω δὲ ὑποδείγματα. τὸ ἠνορέη διαφέρει τοῦ ἀνδρία, ᾗ τὸ μὲν ἐξ ἁπλοῦ ἐγένετο τοῦ ἀνδρόϲ, τὸ δὲ ἐκ ϲυνθέτου τοῦ εὐήνωρ· οὐ γὰρ ἂν ἄλλωϲ τὸ κατ’ ἀρχὴν α εἰϲ η μετέπεϲεν, οὐδὲ μὴν τὸ η εἰϲ τὸ ω, εἰ μὴ παρέποιτο ϲύνθεϲιϲ ὡϲ ἐν τῷ ἀντήνωρ καὶ ἀγαπήνωρ, Ἐλπήνωρ. ἦν οὖν καὶ τὸ εὐήνωρ, ἀφ’ οὗ κτητικὴ παραγωγὴ ἔπιπτεν εὐηνόρεια ὡϲ ῾Ἑκτόρεια κ . . ρεια καὶ πρακτόρεια, εὐηνορέα καὶ ἔτι Ἰωνικῶϲ εὐηνορέη, ὡϲ Ἑκτορέη. ὁμολόγωϲ οὖν ἐν ἀφαιρέϲει τοῦ εὖ τὸ ἠνορέη ,καὶ οὐκ ἀϲυνήθωϲ τοῦ εὖ παρ’ αὐτῷ λείποντοϲ. οὕτω γὰρ ἔχει τὸ δόμοιϲ ἔνι ποιητοῖϲι (v 306), τοῖϲ εὖ πεποιημιένοιϲ.