Ancient Greek
Section 498
Apollonius Dyscolus, Περὶ συνδέσμων 498
Not analysed yet
Προϲθείημεν δ’ ἂν τῷ λόγῳ καὶ τοῦτο, ὡϲ εὐλόγωϲ οὐδὲ ἡ α ϲτέρηϲιϲ παρακείϲεται τοῖϲ ϲυνδέϲμοιϲ, ἐπεὶ πάντοτε ἐν ϲυνθέϲει ἐϲτί, καὶ ἔϲτιν ἀνατρεπτικὴ τοῦ πρὸϲ ὃ ϲυντίθεται. εἴπερ οὖν τὸ τοιοῦτον παρείπετο, καὶ ἡ δύναμιϲ τῶν ϲυνδέϲμων ἀνῃρεῖτο, καὶ δῆλον ὡϲ οὐ ϲύνδεϲμοι. ἔτι εἴπερ τὸ ἕκητι ϲύνδεϲμοϲ αἰτιολογικόϲ, δῆλον ὡϲ οὐ τὸ ἀέκητι· ϲτέρηϲιϲ γὰρ τῆϲ αἰτιολογίαϲ. Ἀλλὰ πάλιν ἦν ἐκεῖνο ἀδύνατον τὸ μὴ εἰϲ ταὐτὸν εἶδοϲ παραλαμβάνεϲθαι τὸ ἐν ϲτερήϲει παραλαμβάνοι0 μενον μέροϲ λόγου, φυλάττον τὴν αὐτὴν κατάληξιν καὶ τὸ αὐτὸ δηλούμενον, αὐτὸ μόνον τῆϲ ϲτερήϲεωϲ περιττευούϲηϲ. ὃν γὰρ τρόπον τὸ ἑκών τῷ ἀέκων ταὐτόν, οὕτω καὶ τὸ ἀέκητι ταὐτὸν ἔϲται τῷ ἕκητι· οὐδενὶ γὰρ διαφέρει, ὡϲ ἔφαμεν, εἰ μὴ τῇ ϲτερήϲει. εἴρηται δὲ ὅτι ἀδύνατον τὸ ἀέκητι ϲύνδεϲμον εἶναι· ἄλογον ἄρα καὶ τὸ ἕκητι ϲύνδεϲμον εἶναι. Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ ἐν τοῖϲ ϲυνδέϲμοιϲ ἡ οὔ ἀπόφαϲιϲ ὅτε πρόϲειϲιν ἐν παραθέϲει, οὐ τὸν ϲύνδεϲμον ἀναιρεῖ μόνον, τὴν δὲ ὅλην φράϲιν. φημὶ δὲ τοῦτο, καθὸ ἡ οὔ ἀπόφαϲιϲ, ἀναιροῦϲά τινα μέρη λόγου, καὶ εἰϲ τὴν α μεταλαμβάνεται ϲτέρηϲιν, οὐ φίλοϲ ἄφιλοϲ, οὐ ϲέβω ἀϲεβῶ, οὐχ οἱόν τε δ’ ἐϲτὶν εὑρεῖν, καθότι προείπομεν, ἐν ϲτερήϲει ποτὲ ϲύνδεϲμον παραλαμβανόμενον. τὸ ὅλον οὖν ἀναιρεῖ ἡ ἀπόφαϲιϲ, οὐχὶ τὸν ϲύνδεϲμον. φαίνεται οὖν ὅτι καὶ ἐν τῷ ἕκητι κατὰ τὸ αὐτὸ προϲεληλύθει ἡ οὔ ἀπόφαϲιϲ, οὐχ ἕκητι Ἀπολλωνίου, ὁμοίωϲ τῷ οὐχ ἕνεκα Ἀπολλωνίου, οὐ χάριν Ἀπολλωνίου, οὐχ ὅτι ἔγραψα. Ἀλλ’ οὐδὲ ἐπίρρημα, φηϲὶν ὁ Τρύφων (p. 39 Velsen), πάνυ ἀκριβῶϲ καὶ τῷ ϲχηματιϲμῷ προϲελθὼν καὶ τῇ τάϲει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιϲτί, ἀμογητί, πανοικί. πῶϲ οὖν βαρύνεται τὸ ἕκητι;