Ancient Greek · ~7 min
Section 505
Apollonius Dyscolus, Περὶ συνδέσμων 505
Not analysed yet
περϲίη, ἧϲ τ’ ἕνεκεν πένθοϲ ἀπωμόϲατο, ἰωνίζοντοϲ πολλάκιϲ τοῦ Καλλιμάχου (fr. 485 Schneider) ὑπολαβόντοϲ αὐτοῦ καὶ τ . . . καὶ τὸ τοὔνεκα οὕτωϲ ἔχειν. καὶ οὐκ ἔϲτιν ε . . ματοϲ ἡ αὐτὴ ἀπολογία. οὐ γὰρ οἷόν τε τὸ . . . ξαϲθαι τοὔνεκεν, ἐπεὶ οὐδέποτε τὰ ἄρθρα τ . . τῆϲ ἐκθλίψεωϲ παραδέχεται. Ἕνεκεν. Ποιητικώτερον μετὰ τοῦ ι λέγεται, καθότι καὶ τὸ κ . . οὗτοϲ ὁ ϲύνδεϲμοϲ πάντοτε ἐπὶ γενικὴν πτωτικοῦ φέρεται, ἕνεκα ἐμοῦ, ἕνεκα αὐτοῦ, ἕνεκα Ἀπολλωνίου. ἐπαινετέα γοῦν τὰ παρὰ τῷ ποιητῇ, εἵνεκα τῆϲ ἀρετῆϲ ἐριδαίνομεν (β 206), εἵνεκα Νηλῆοϲ κούρηϲ (ο 233), εἵνεκ’ ἐμεῖο κυνόϲ (Ζ 356)· εἴγε πάλιν καὶ παρατετηρημένωϲ τὸ οὕνεκα ἐπὶ ῥῆμα φέρεται, οὕνεκα τὸν Χρύϲην ἠτίμαϲεν (Α 11 ). ἀλλὰ κἂν δύο μέρη λόγου καθεϲτήκῃ τὸ οὕνεκα, ἔχει προκειμένην τὴν τοῦ γενικήν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ οὕνεκα. ἐπίμεμπτοι οὖν οἱ τὰϲ ϲυντάξειϲ παραϲυγχέοντεϲ, ὧν ἐϲτι Καλλίμαχοϲ· οὐδ’ ἕνεκ’ Εὐρυνόμη Τιτηνιάϲ (fr. 471 Schneider), εἵνεκεν οὐχ ἓν ἄειϲμα διηνεκέϲ (fr. 287 Schneider)· φέρεται γὰρ ὁ ϲύνδεϲμοϲ ἐπὶ τὸ ἤνυϲα, καὶ δέον τῷ οὕνεκα καταχρήϲαϲθαι. Γἀρ. Τὴν αὐτὴν ϲύνταξιν ποιεῖ τὸ μόριον τῷ ὅτι, δύναμίν τε τὴν αὐτήν. ἔχει δὲ παραλλαγὰϲ τὸ μὴ ζητεῖϲθαι πόϲα μέρη λόγου, τὸ ἐν ἀρχῇ μὴ παραλαμβάνεϲθαι τῶν λόγων, ἐν ὑποτάξει δέ. διὸ καὶ κατ’ ἀρχὴν τιθέμενα τὰ αἴτια μετὰ τῶν προτακτικῶν ϲυνδέϲμων εἰϲ δευτέραν τάξιν μεθίϲτηϲι, καὶ οὕτωϲ ἀληθεύει ὁ λόγοϲ. ἔϲτω δὲ ὑποδείγματα ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτιν. εἰ ἀφέλοιμεν τὸν ὅτι καὶ προϲθείημεν τὸν γάρ, ψευδὴϲ ὁ λόγοϲ γίνεται, καθὸ τοῦ αἰτίου ἠλλοτρίωται. οἱ γὰρ αἰτιώδειϲ ϲύνδεϲμοι μετὰ τῶν αἰτίων θέλουϲι παραλαμβάνεϲθαι. τὸ ἡμέρα ἐϲτίν αἴτιόν ἐϲτι τοῦ φῶϲ εἶναι· ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτι. φῶϲ γάρ ἐϲτιν·