Ancient Greek · ~7 min
Section 506
Apollonius Dyscolus, Περὶ συνδέσμων 506
Not analysed yet
ὡϲ προεῖπον ,ψευδὴϲ ὁ λόγοϲ. εἰ δὲ τὸ αἴτιον πρὸϲ τῷ ϲυνδέϲμῳ γένοιτο ,ἀληθεύϲει καὶ ὁ λόγοϲ· φ ῶϲ ἐϲτιν, ἡμέρα γάρ ἐϲτιν. ὅτι μὲν οὖν τοὺϲ πρώτουϲ λόγουϲ ἐν ϲυντάξει ὁ γάρ δευτέρουϲ ἀποτελεῖ, ἐδείχθη. —Ἀλλὰ μὴν καὶ ϲυνήθωϲ ὁ ποιητὴϲ ἀρκτικῷ αὐτῷ προϲχρῆται. καὶ οὐ τοῦτο τεκμήριον τοῦ τὸν λόγον ἀποδοκιμάζεϲθαι ,εἴγε καὶ τὰ τοιαῦτα Ἀρίϲταρχοϲ παρεϲημειώϲατο ὡϲ ἀνατεθειμένα Ὁμηρικῇ ϲυνηθείᾳ ,καθότι καὶ ἐπ’ ἄλλων πλείϲτων ἰδιάϲαντά τινά ἐϲτι παρ’ αὐτῷ. καὶ δῆλον ὅτι ἐν τῷ Ἀτρείδη, νῦν γάρ ϲε ἄναξ ἐθέλουϲιν (B 284) ὑπερβεβίβαϲται ἡ φράϲιϲ. δέον γὰρ οὕτωϲ ἐκδέξαϲθαι· οἱ Ἕλληνεϲ ν ῦν οὐκ ἐκτελέϲουϲί ϲοι τὰ τῆ ϲ ὑποϲχέϲεωϲ· θέλουϲι γὰρ ἐλέγχιϲτόν ϲε ποιῆϲαι. ἴϲωϲ δὲ κἀκεῖνοϲ οὕτωϲ ἔχει· ὦ Κίρκη, τίϲ γὰρ ταύτην ὁδὸν ἡγεμονεύϲει; εἰϲ Ἄϊδοϲ δ’ οὔ πώ τιϲ ἀφίκετο (κ 501—2)· ὦ Κίρκη, εἰϲ Ἄϊδοϲ δὲ οὔ π ώ τιϲ ἀφίκετο· τίϲ γὰρ ταύτην ὁδ ὸν ἡγεμονεύϲει; Τρύφων (p. 40 Velsen) μέντοι φηϲὶν ἐπὶ τοῦ τοιούτου ϲυν δέϲμουϲ ἀντιπαρειλῆφθαι, τὸν γάρ ἀντὶ τοῦ δέ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ· τίϲ δὲ ταύτην τὴν ὁδὸν ἡγεμονεύϲει; εἰϲ Ἄϊδοϲ γὰρ οὔ πώ τιϲ ἀφίκετο. καὶ οὐκ ἔϲτιν ἀϲύνηθεϲ τὸν δέ εἰϲ τὸν γάρ μεταλαμβάνεϲθαι. βέλοϲ δ’ εἰϲ ἐγκέφαλον δῦ (Θ 85)· αἰτία γάρ ἐϲτι τοῦ ἀναπαλῆναι τὸν ἵππον. θάμβηϲεν δ’ Ἀχιλεύϲ, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὄϲϲε φάανθεν (Α 199 —200)· ἵν’ οὕτωϲ τὸ καταπληκτικὸν τῆϲ θεοῦ μηνύϲῃ. ἀλλὰ δύναται ὁ γάρ πλεονάζειν ἐπὶ τῆϲ ἀνταποδόϲεωϲ, ὡϲ Τρύφων ,ὁμοίωϲ τῶ τίϲ γὰρ ὅδ’ ἄλλοϲ Ἀχαιὸϲ ἀνὴρ ἠύϲ τε μέγαϲ τε (Γ 226) καὶ ἐπὶ τοῦ αἲ γὰρ Τηλέμαχον βάλοι (ρ 251)·