Ancient Greek · ~7 min
Section 522
Apollonius Dyscolus, Περὶ συνδέσμων 522
Not analysed yet
ἔνθεν ἀπὸ τῆϲ φωνῆϲ ἡ θέϲιϲ τοῦ ὀνόματοϲ. Καὶ τοϲαῦτα μὲν τὰ περὶ ἐννοίαϲ τῆϲ τῶν παραπληρωματικῶν. Ἰτέον ἑξῆϲ ἐπὶ τὰϲ φωνάϲ. Ποιητικὸν ὄντα τόν αὖ καὶ ἔτι τὸν τάρ θεματικοὺϲ ἂν παραδεξαίμεθα. τινὲϲ γάρ φαϲι τὸν αὐτάρ ϲύνδεϲμον ἀποκοπέντα μὲν εἶναι αὖ, ἀφαιρεθέντα δὲ τάρ. ἦν δὲ τὸ τοιοῦτον οὐκ ἀληθέϲ. τί γὰρ οὐχὶ ὁ ἀτάρ τοῦτ’ ἀνεδέχετο, ἐντελέϲτεροϲ ὤν; ἀλλ’ εἰ οὐ καθολικὰ τὰ πάθη, ἐκεῖνό γε ϲυνελέγξει τὸν λόγον. τὰ πάθη τῶν φωνῶν ἐϲτιν, οὐ τῶν ϲημαινομένων. τὸ δῶ δηλούμενον μὲν ἔχει τὸ δῶμα, οὐ μὴν λεγόμενον · τῆϲ γὰρ λεγομένηϲ φωνῆϲ ἦν τὸ πάθοϲ. καὶ ἔτι τὸ λῶ ἀφῃρημένον ἐκ τοῦ θέλω, ἢ καὶ τὸ βῆ ἐκ τοῦ ἔβη, πάλιν τὸ αὐτὸ ἔχει δηλούμενον. ἔϲτι γοῦν καὶ ἐπὶ μιᾶϲ λέξεωϲ τὸ αὐτὸ παραϲτῆϲαι. τὸ ἄβαλε ἐντελέϲ ἐϲτι, καὶ ϲαφὲϲ ἐκ τῆϲ ἐκτάϲεωϲ τοῦ α. καὶ ἀφαιρεθὲν γὰρ τὸ αὐτὸ δηλοῖ, βάλε δή, βάλε κηρύλοϲ εἴην (Alcm. fr. 26 Bergk3 ). ἀλλὰ μὴν καὶ ἀποκοπὲν τὸ α. . . . . . ὅπερ πάλιν μέγιϲτον τεκμήριόν ἐϲτι τοῦ τὸ ἄβαλε μὴ πεπλεονακέναι τῷ α. οὐ γὰρ εἰϲ τὸν πλεοναϲμὸν καταντῶϲιν ἀεὶ αἱ ἀποκοπαί, οὐδ’ οἱ πλεοναϲμοὶ τὸ δηλούμενον ἔχουϲιν, ἐπεὶ οὐκέτι πλεοναϲμοί. τὸ γοῦν ἀλαλητόϲ οὐ διὰ τοῦ κατ’ ἀρχὴν α τὸ λαλητόϲ ποτε δηλώϲει, οὐδὲ ἄλλο τι τῶν οὕτωϲ πεπλεονακότων. εἴπερ οὖν ὁ αὐτάρ ϲύνδεϲμόϲ ἐϲτι ϲυμπλεκτικόϲ, καὶ ὁ τάρ ϲυμπλεκτικὸϲ γενήϲεται καὶ ὁ αὖ· εἰ δὲ παραπληρωματικὸϲ ὁ αὖ καὶ ὁ τάρ, τμῆμα ὄντεϲ τοῦ αὐτάρ, καὶ ὁ αὐτάρ παραπληρωματικόϲ. Ἐπὶ γοῦν τοῦ ἄρα οὐκ ἔϲτιν ἄντικρυϲ οὕτωϲ ἀπώϲαϲθαι τὸν λόγον, καθὸ οὐ μόνον ἐπιφορικὸϲ παραλαμβάνεται, ἀλλ’ ἀπειράκιϲ καὶ παραπληρωματικόϲ, ὣϲ ἄρα μιν εἰπόντα τέλοϲ θανάτοιο κάλυψε (Π 502), καὶ τὸν δ’ ἄρα πάντεϲ λαοὶ ἐπερχόμενον (β 13).