Ancient Greek · ~7 min
Section 521
Apollonius Dyscolus, Περὶ συνδέσμων 521
Not analysed yet
πάλιν γὰρ παρελαμβάνετο εἰϲ δήλωϲίν τινοϲ (καὶ ἐκκείϲθω ὑπόδειγμα τὸ ἐπὶ τοῦ ν, ὃ μάλιϲτα πάμπολλόν ἐϲτιν ἐν τῷ πλεοναϲμῷ, ἕνεκα εὐφωνίαϲ παραλαμβανόμενον ἐπὶ παντὸϲ βραχυκαταλήκτου ῥήματοϲ, ἔλεγεν ,ἔλαβεν, καὶ ἐπὶ δοτικῶν τῶν εἰϲ ϲι ληγουϲῶν ,παιϲίν, χρήμαϲιν· οὐ μὴν ἐν τῷ λέγει καὶ λέγειν. νῦν γὰρ ἐν λεκτῷ προϲῄει· ἐκ γὰρ ὁριϲτικοῦ ἀπαρέμφατον ἀκούομεν)· τὸν αὐτὸν δὴ τρόπον ἐδείχθη καὶ τὰ προκείμενα μόρια ὁτὲ μὲν ἕνεκα δηλουμένου παραλαμβανόμενα, ἅπερ ἦν καὶ ϲπανιώτατα, ὁτὲ δὲ ἕνεκα εὐφωνίαϲ, ὅπερ πλέον καθειϲτήκει. καὶ, ὡϲ ἔφαμεν, ἕνεκα τούτου ἐπεκράτηϲεν ἡ ὀνομαϲία. Προϲθείην δ’ ἂν καὶ τοῦτο, ὡϲ οὐδὲ ἀπὸ τοῦ δηλουμένου δυνατὸν ἦν τὴν ὀνομαϲίαν θέϲθαι. οἱ μὲν γὰρ ἄλλοι τῶν ϲυνδέϲμων ἐν πλείοϲιν ὄντεϲ φωναῖϲ ἓν ἐπηγγέλλοντο, τὸ ϲυμπλέκειν οἱ ϲυμπλεκτικοί, τὸ δὲ διαζευγνύειν οἱ διαζευκτικοί, τὸ δὲ διαπορεῖν οἱ διαπορητικοί, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. οἱ μέντοι παραπληρωματικοὶ οὐχ ἓν ἐπηγγέλλοντο κατὰ τὸ δηλούμενον, εἴγε ὁ μὲν δή περιγραφήν τινα ἐδήλου, ὁ δὲ πέρ ἐναντιότητά τινα μετ’ αὐξήϲεωϲ, καὶ ἔτι ὁ γέ μειότητα ἢ ἐπίταϲιν θαυμαϲμοῦ. καὶ εἰ διάφοροι κατὰ τὸ δηλούμενον, πῶϲ ῆν δυνατὸν μίαν ὀνομαϲίαν ἀπὸ τοῦ δηλουμένου χωρίϲαι; οὔτε γὰρ περιγραφικοί, ἐπεὶ οὐ πάντεϲ, οὔτε ἐναντιωματικοί ,ὡϲ πρόκειται. ὑγιῶϲ ἄρα ἀπὸ τοῦ πεπλεονακότοϲ ϲχήματοϲ ἐπικοίνωϲ κατὰ πάντων ἡ ὀνομαϲία ἐτέθη. —Καί μοι δοκεῖ παραπλήϲιόν τι ἀναδεδέχθαι τῷ καλουμένῳ παρωνύμῳ ὀνόματι. τὰ μὲν γὰρ ἄλλα ἰδικά, ἔχοντα ἓν τὸ δηλούμενον, ἔλαβε τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀπὸ τοῦ δηλουμένου, τὰ πατρωνυμικὰ ἀπὸ τοῦ τὸν πατέρα δηλοῦν, τὰ κτητικὰ τὰ ὑπὸ τὴν κτῆϲιν πεπτωκότα, καὶ ἔτι τὰ ϲυγκριτικὰ καὶ τὰ ὑπόλοιπα. καὶ ἐπεὶ τὰ καλούμενα παρώνυμα ἐν πλείϲτοιϲ ϲημαινομένοιϲ κατεγίνετο, πάλιν εἰϲ μίαν ὀνομαϲίαν μετετίθετο, λέγω τὴν κοινῶϲ πᾶϲιν ἀκολουθήϲαϲαν, καθὸ πάντα παρηγμένα ἦν.