Ancient Greek · ~7 min
Section 524
Apollonius Dyscolus, Περὶ συνδέσμων 524
Not analysed yet
τὸ γὰρ αὐτὸ τῷ τότε δή. ἦν οὖν ,φηϲί, πλεοναϲμὸϲ τοῦ η ἐν τῷ τίη, ᾧ · λόγῳ καὶ τὸ λεγοίη, φεροίη πλεονάζουϲι τῷ η, καὶ ὡϲ ἀπὸ τοῦ ἐγών τὸ ἐγώνη παρὰ Ταραντίνοιϲ, καὶ ἐν μέϲῃ λέξει τὸ πολεμήια, πολιήτηϲ, μυθιήτηϲ, καὶ ἐν ἀρχῇ τὸ ἠβαιόν. καὶ ἦν ϲυγκαταθέϲθαι τἀνδρί, εἰ μὴ τὸ ἀπ’ αὐτοῦ ἀναφορικῶϲ παραλαμβανόμενον ,λέγω τὸ ὅτι ἤ, πρὸϲ πάντων ϲυμφώνωϲ ἀνεγνώϲθη ἐν ὀξείᾳ τάϲει τοῦ ο. ὅπερ οὐκ ἂν παρείπετο, εἰ ἓν μέροϲ λόγου ἦν τὸ τί ἤ. Καὶ περὶ ἐκείνου δὲ διαληπτέον, εἰ ἐν τῷ ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253) τοῖϲ τε παραπληϲίοιϲ πλεοναϲμόϲ ἐϲτι τοῦ η, καθώϲ τιϲιν ἔδοξεν, οἷϲ καὶ παρείπετο τὸ ἐγκλίνειν τὴν ϲυλλαβήν, ᾧ λόγῳ καὶ ὁ μέν ἐν τῷ ἠμέν πλεονάϲαϲ τῷ η, καὶ ὁ δέ ἐν τῷ ἠδέ καὶ ἔτι ἰδέ, ἰδὲ φρεϲὶ πευκαλίμῃϲιν (Ξ 165). Ἔϲτιν εἰπεῖν ,ὡϲ ἐπὶ τῶν προκειμένων ϲυνδέϲμων ἡ γραφὴ τοῦ η ἢ τοῦ ι οὐχ ὑπηγόρευε ϲυνδεϲμικὴν θέϲιν παράλληλον. οὔτε γάρ ποτε ὁ ἤ ϲύνδεϲμοϲ ϲυμπλεκτικόϲ, οὔτε τὸ ι. ἔνθεν οὖν ϲυλλαβαί ,καὶ εἰ ϲυλλαβαί ,πλεοναϲμοί. ἔφαμεν δὲ καὶ ἐν τῷ περὶ αὐτῶν, ὡϲ οὐκ ἄλογοϲ ἐγένετο ὁ πλεοναϲμόϲ. ἐπὶ μέντοι τοῦ ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253) ὑπήντα καὶ γραφὴ ϲυνδεϲμικὴ τοῦ παραπληρωματικοῦ καὶ ἀνάλογοϲ θέϲιϲ, ὡϲ εἰ καὶ κατ’ ἰδίαν ἐλέγετο ἦ μάλα δὴ τέθνηκεν (Ϲ 12). ἀλλὰ μὴν τὸ ἐπάλληλον ὅμοιον καθεϲτηκὸϲ ἐν τῷ ἤτοι μὲν Μενέλαοϲ (Γ 213), ὅτι γὰρ παρεγένετο, καί τε χαλιφρονέοντα (ψ 13). Οὐδὲ ἐκεῖνο δὲ ὑγιέϲ, καθότι τινὲϲ πάλιν ὑπέλαβον, ἕνα εἶναι τὸν δή καὶ τὸν ἤ,