Ancient Greek · ~8 min
Section 525
Apollonius Dyscolus, Περὶ συνδέσμων 525
Not analysed yet
ὡϲ εἰ καὶ τὸ μία ἀφαιρεθέντοϲ τοῦ μ ἐν τῷ ἴα ,ἢ τὸ γαῖα ἐν τῷ αἶα. —πρῶτον τί οὐ μᾶλλον ὁ δή πεπλεόνακε τῷ δ; —ἀλλ’ ἴϲωϲ τιϲ φήϲειε ταῦτα καὶ πλεονάζειν καὶ λείπειν ϲύμφωνα, ὅπου γέ φαμεν τὴν ἰωκάϲ διωκάϲ εἶναι, καὶ τὴν ἄχερδον ἄχερον οὖϲαν, καὶ παρὰ τὸ ὕω ὕδωρ. καὶ ἕνεκα τούτου οὔτε ὁ δή οὔτε ὁ ἤ. ἐκεῖνό τε ϲαφέϲτατόν ἐϲτιν, ὡϲ τὰ ἀφαιρεθέντα ϲυμφώνου ἢ καὶ προϲλαβόντα ϲύμφωνον τύπου μὴ ἀντικειμένου ὁμότονά ἐϲτιν. οὔτε οὖν ὁ δή ἦ ἐγένετο, οὔτε κατὰ πρόϲθεϲιν τοῦ δ ὁ ἧ δή, καθὸ ὁ μὲν περιϲπᾶται, ὃ δὲ ὀξύνεται. φηϲὶ δὲ καὶ ὁ Tρύφων (p. 44 Velsen )ὡϲ τὰ ἐν πάθει γινόμενα οὐδέποτε παράλληλα τίθεται τοῖϲ ὁλοκλήροιϲ, γαῖα αἶα, μία ἴα, ϲῦϲ ὗϲ. καὶ κατὰ τοῦτο οὖν τὸ ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253) οὐκ ἐν ἐπαλληλότητι ἔχει ἕνα ϲύνδεϲμον τὸν δή. ὁ δή μόνωϲ ἐπεκτείνεται ἐν τῷ δῆτα. θήν, ῥά, νύ, πού. Εἴρηται ὡϲ ἰϲοδυναμοῦϲι τῷ δή, καὶ ὡϲ μᾶλλον ποιητικοί. τῆϲ μέντοι ϲυντάξεωϲ διαφορὰν ἔχουϲιν. ὁ μὲν γὰρ δή καὶ ἤ καὶ αὖ ἀνέγκλιτοι, ὁ δὲ θήν καὶ νύ καὶ ῥά ἐγκλιτικοί. εἴρηται δὲ καὶ περὶ τοῦ πού ὡϲ οὐκ εἴη ϲύνδεϲμοϲ, ἐπίρρημα δὲ παρέλκον. Πέρ. Εἴρηται καὶ ὑπὲρ τούτου, ὡϲ ἐναντιωματικόϲ ἐϲτι. διὸ καὶ τοῦτο προϲτιθέαϲι καὶ τὸ ἔμπηϲ καὶ τὸ ὅμωϲ. κατ’ ἴϲην γὰρ δύναμιν τὰ μόρια λαμβάνεται, ποιητικὸν μέντοι τὸ ἔμπηϲ καὶ ϲύνηθεϲ τὸ ὅμωϲ. λαμβάνεται μέντοι τὸ ἔμπηϲ καὶ ἐπὶ τοῦ ὁμοίωϲ, ὡϲ ἐπὶ τοῦ ἔμπηϲ μοι τοῖχοι μεγάρων καλαί τε μεϲόδμαι (τ 37), ἔμπηϲ ἐϲ γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή (Ξ 174). Ουκουν. Ὁ οὐκοῦν καλεῖται πρὸϲ ἐνίων ἐπιλογιϲτικόϲ, πρὸϲ δ’ ἑτέρων ἀνακεφαλαιωτικόϲ, καθὸ ἐπὶ τοῦ τέλουϲ ἔχων τὴν περιϲπωμένην οὐ μακρὰν πέπτωκε τῶν καλουμένων ϲυλλογιϲτικῶν. —ἔϲτι γε ἐπ’ αὐτοῦ τοῦτο τηρῆϲαι, ὡϲ ὅτε μὲν ἔχει τὴν οὔ ἀπόφαϲιν ἐγκειμένην καὶ κατὰ τὸ δηλούμενον, παραπληρωματικῷ κέχρηται τῷ οὖν·