Ancient Greek · ~5 min
Section 526
Apollonius Dyscolus, Περὶ συνδέσμων 526
Not analysed yet
ὅτε δὲ τὸ οὖν ἔχει καὶ ἐν δηλουμένῳ, οὐκέτι τὴν οὔ ἀπόφαϲιν ἔχει. παρὰ μὲν οὖν τὴν ἐπικράτειαν τοῦ ἐπιρρήματοϲ καὶ ἡ βαρεῖα κατὰ τέλοϲ πίπτει (ἀπειράκιϲ γὰρ τίθεται ἀντὶ τῆϲ οὔ ἀποφάϲεωϲ)· παρὰ δὲ τὴν τοῦ ϲυνδέϲμου ἐπὶ τέλουϲ ἴϲχει τὸν δέοντα τόνον τοῦ ϲυνδέϲμου. καὶ ἕνεκά γε τοῦ τοιούτου ϲημειώϲαιτο ἄν τιϲ τὴν ἐπὶ τέλουϲ βαρεῖαν. τὰ γὰρ μέρη τοῦ λόγου, ἐάν τε δηλοῖ ἐάν τε καὶ παρέλκῃ, τοῦ αὐτοῦ τόνου ἐϲτὶ παραϲτατικά. εἴπερ οὖν παρέλκεται ὁ οὖν ϲύνδεϲμοϲ μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ παραλαμβανόμενοϲ ,οὐ δεόντωϲ τὸν τόνον μετατίθηϲι. ταύτῃ γοῦν καὶ ἡ μή ἀπαγόρευϲιϲ, ϲυνταττομένη τῷ οὖν καὶ δηλοῦϲα ἀπαγόρευϲιν ,οὐδὲν ἐξαλλάϲϲει τοῦ τόνου. φαμὲν γὰρ οὕτωϲ, μὴ ο ὖν παρέϲται; καὶ ἐν προϲτάξει, μὴ οὖν γράφε, μὴ οὖν διαλέγου. καὶ τὸ τοιοῦτον πάλιν πρόϲ τινων βαρύνεται. δῆλον δὲ ὡϲ εἰϲ ταὐτὸ περιϲτήϲεται τὰ τοῦ τόνου. ῥητέον οὖν ὡϲ παράλογοι αἱ τοιαῦται προφοραί. διϲϲὸϲ οὖν ἐϲτιν ὁ οὖν, περιϲπώμενοϲ μὲν ἐν ϲυλλογιϲτικῇ ἐκφορᾷ, ὀξυνόμενοϲ δὲ ὅτε ἐϲτὶ παραπληρωματικόϲ, καὶ δῆλον ὅτι καὶ τῶν ἐγκλιτικῶν, ἵνα καὶ ὁ τόνοϲ τῆϲ ἀποφάϲεωϲ. καὶ ἐπὶ τοῦ αρα ϲυνδέϲμου, ὁμοιογράφου καθεϲτῶτοϲ, τὸ διϲϲὸν ἔϲτιν ἀναδέξαϲθαι τοῦ τόνου. ὅτε γάρ ἐϲτιν ἀπορηματικὸϲ ἢ κατ’ ἐρώτηϲιν παραλαμβανόμενοϲ, τότε καὶ ἐν ἐκτάϲει ἐϲτὶ τὸ α· ὅτε μέντοι ἐπιφορητικὸϲ ἢ παραπληρωματικόϲ, βραχὺ ἔχει τὸ α.