Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 1
Not analysed yet
Ἐν ταῖϲ προεκδοθείϲαιϲ ἡμῖν εχολαῖϲ ἡ περὶ τὰϲ φωνὰϲ παράδοϲιϲ, καθὼϲ ἀπῄτει ὁ περὶ αὐτῶν λόγοϲ, κατείλεκται· ἡ δὲ νῦν ῥηθηϲομένη ἔκδοϲιϲ περιέξει τὴν ἐκ τούτων γινομένην ϲύντοξιν εἰϲ καταλληλότητα τοῦ αὐτοτελοῦϲ λόγου, ἣν πάνυ προῄρημαι, ἀναγκαιοτάτην οὖϲαν πρὸϲ ἐξήγηϲιν τῶν ποιημάτων, μετὰ πάϲηϲ ἀκριβείαϲ ἐκθέϲθαι.